καὶ τί βουλόμεσθά γʼ ἄλλο —νῦν ὁρᾷς ἃ χρή σʼ ὁρᾶν.ἢ Διὸς παιδὸς γενέσθαι παῖς;ὃ σοί γε γίγνεται.ἦ θίγω δῆθʼ οἵ μʼ ἔφυσαν;πιθόμενός γε τῷ θεῷ.χαῖρέ μοι, πάτερ —φίλον γε φθέγμʼ ἐδεξάμην τόδε.ἡμέρα θʼ ἡ νῦν παροῦσα.μακάριόν γʼ ἔθηκέ με.ὦ φίλη μῆτερ, πότʼ ἆρα καὶ σὸν ὄψομαι δέμας;νῦν ποθῶ σε μᾶλλον ἢ πρίν, ἥτις εἶ ποτʼ, εἰσιδεῖν.ἀλλʼ ἴσως τέθνηκας, ἡμεῖς δʼ οὐδὲν ἂν δυναίμεθα.κοιναὶ μὲν ἡμῖν δωμάτων εὐπραξίαι·ὅμως δὲ καὶ δέσποιναν ἐς τέκνʼ εὐτυχεῖνἐβουλόμην ἂν τούς τʼ Ἐρεχθέως δόμους.ὦ τέκνον, ἐς μὲν σὴν ἀνεύρεσιν θεὸςὀρθῶς ἔκρανε, καὶ συνῆψʼ ἐμοί τε σέ,σύ τʼ αὖ τὰ φίλταθʼ ηὗρες οὐκ εἰδὼς πάρος.ὃ δʼ ᾖξας ὀρθῶς, τοῦτο κἄμʼ ἔχει πόθος,ὅπως σύ τʼ, ὦ παῖ, μητέρʼ εὑρήσεις σέθεν,ἐγώ θʼ ὁποίας μοι γυναικὸς ἐξέφυς.χρόνῳ δὲ δόντες ταῦτʼ ἴσως εὕροιμεν ἄν.ἀλλʼ ἐκλιπὼν θεοῦ δάπεδʼ ἀλητείαν τε σὴνἐς τὰς Ἀθήνας στεῖχε κοινόφρων πατρί,οὗ σʼ ὄλβιον μὲν σκῆπτρον ἀναμένει πατρός,πολὺς δὲ πλοῦτος· οὐδὲ θάτερον νοσῶνδυοῖν κεκλήσῃ δυσγενὴς πένης θʼ ἅμα,ἀλλʼ εὐγενής τε καὶ πολυκτήμων βίου.σιγᾷς; τί πρὸς γῆν ὄμμα σὸν βαλὼν ἔχεις;ἐς φροντίδας δʼ ἀπῆλθες, ἐκ δὲ χαρμονῆςπάλιν μεταστὰς δεῖμα προσβάλλεις πατρί.οὐ ταὐτὸν εἶδος φαίνεται τῶν πραγμάτωνπρόσωθεν ὄντων ἐγγύθεν θʼ ὁρωμένων.ἐγὼ δὲ τὴν μὲν συμφορὰν ἀσπάζομαι,πατέρα σʼ ἀνευρών· ὧν δὲ γιγνώσκω, πάτερ,ἄκουσον. εἶναί φασι τὰς αὐτόχθοναςκλεινὰς Ἀθήνας οὐκ ἐπείσακτον γένος,ἵνʼ ἐσπεσοῦμαι δύο νόσω κεκτημένος,πατρός τʼ ἐπακτοῦ καὐτὸς ὢν νοθαγενής.