πρῶτα δῆτʼ ἐμοὶ ξυνάπτεις πόδα σόν;οὐκ ἄλλῳ, τέκνον.ἡ τύχη πόθεν ποθʼ ἥκει;δύο μίαν θαυμάζομεν.ἔα. τίνος δέ σοι πέφυκα μητρός;οὐκ ἔχω φράσαι.οὐδὲ Φοῖβος εἶπε;τερφθεὶς τοῦτο, κεῖνʼ οὐκ ἠρόμην.γῆς ἄρʼ ἐκπέφυκα μητρός.οὐ πέδον τίκτει τέκνα.πῶς ἂν οὖν εἴην σός;οὐκ οἶδʼ, ἀναφέρω δʼ ἐς τὸν θεόν.φέρε λόγων ἁψώμεθʼ ἄλλων.ταῦτʼ ἀμείνονʼ, ὦ τέκνον.ἦλθες ἐς νόθον τι λέκτρον;μωρίᾳ γε τοῦ νέου.πρὶν κόρην λαβεῖν Ἐρεχθέως;οὐ γὰρ ὕστερόν γέ πω.ἆρα δῆτʼ ἐκεῖ μʼ ἔφυσας;τῷ χρόνῳ γε συντρέχει.κᾆτα πῶς ἀφικόμεσθα δεῦρο —ταῦτʼ ἀμηχανῶ.διὰ μακρᾶς ἐλθὼν κελεύθου;τοῦτο κἄμʼ ἀπαιολεῖ.Πυθίαν δʼ ἦλθες πέτραν πρίν;ἐς φανάς γε Βακχίου.προξένων δʼ ἔν του κατέσχες;ὅς με Δελφίσιν κόραιςἐθιάσευσʼ, ἢ πῶς τάδʼ αὐδᾷς;Μαινάσιν γε Βακχίου.ἔμφρονʼ ἢ κάτοινον ὄντα;Βακχίου πρὸς ἡδοναῖς.τοῦτʼ ἐκεῖνʼ ἵνʼ ἐσπάρημεν.ὁ πότμος ἐξηῦρεν, τέκνον.πῶς δʼ ἀφικόμεσθα ναούς;ἔκβολον κόρης ἴσως.ἐκπεφεύγαμεν τὸ δοῦλον.πατέρα νυν δέχου, τέκνον.τῷ θεῷ γοῦν οὐκ ἀπιστεῖν εἰκός.εὖ φρονεῖς ἄρα.