θηρσί τε φοινίαν δαῖτα, πικρῶν γάμωνὕβριν· οὔτʼ ἐπὶ κερκίσιν οὔτε λόγοιςφάτιν ἄιον εὐτυχίας μετέχεινθεόθεν τέκνα θνατοῖς.πρόσπολοι γυναῖκες, αἳ τῶνδʼ ἀμφὶ κρηπῖδας δόμωνθυοδόκων φρούρημʼ ἔχουσαι δεσπότιν φυλάσσετε,ἐκλέλοιπʼ ἤδη τὸν ἱερὸν τρίποδα καὶ χρηστήριονΞοῦθος, ἢ μίμνει κατʼ οἶκον ἱστορῶν ἀπαιδίαν;ἐν δόμοις ἔστʼ, ὦ ξένʼ· οὔπω δῶμʼ ὑπερβαίνει τόδε.ὡς δʼ ἐπʼ ἐξόδοισιν ὄντος, τῶνδʼ ἀκούομεν πυλῶνδοῦπον, ἐξιόντα τʼ ἤδη δεσπότην ὁρᾶν πάρα.ὦ τέκνον, χαῖρʼ· ἡ γὰρ ἀρχὴ τοῦ λόγου πρέπουσά μοι.χαίρομεν· σὺ δʼ εὖ φρόνει γε, καὶ δύʼ ὄντʼ εὖ πράξομεν.δὸς χερὸς φίλημά μοι σῆς σώματός τʼ ἀμφιπτυχάς.εὖ φρονεῖς μέν; ἤ σʼ ἔμηνε θεοῦ τις, ὦ ξένε, βλάβη;σωφρονῶ· τὰ φίλταθʼ εὑρὼν οὐ φυγεῖν ἐφίεμαι.παῦε, μὴ ψαύσας τὰ τοῦ θεοῦ στέμματα ῥήξῃς χερί.ἅψομαι· κοὐ ῥυσιάζω, τἀμὰ δʼ εὑρίσκω φίλα.οὐκ ἀπαλλάξῃ, πρὶν εἴσω τόξα πλευμόνων λαβεῖν;ὡς τί δὴ φεύγεις με; σαυτοῦ γνωρίσας τὰ φίλτατα —οὐ φιλῶ φρενοῦν ἀμούσους καὶ μεμηνότας ξένους.κτεῖνε καὶ πίμπρη· πατρὸς γάρ, ἢν κτάνῃς, ἔσῃ φονεύς.ποῦ δέ μοι πατὴρ σύ; ταῦτʼ οὖν οὐ γέλως κλύειν ἐμοῦ;οὔ· τρέχων ὁ μῦθος ἄν σοι τἀμὰ σημήνειεν ἄν.καὶ τί μοι λέξεις;πατὴρ σός εἰμι καὶ σὺ παῖς ἐμός.τίς λέγει τάδε;ὅς σʼ ἔθρεψεν ὄντα Λοξίας ἐμόν.μαρτυρεῖς σαυτῷ.τὰ τοῦ θεοῦ γʼ ἐκμαθὼν χρηστήρια.ἐσφάλης αἴνιγμʼ ἀκούσας.οὐκ ἄρʼ ὄρθʼ ἀκούομεν.ὁ δὲ λόγος τίς ἐστι Φοίβου;τὸν συναντήσαντά μοι —τίνα συνάντησιν;δόμων τῶνδʼ ἐξιόντι τοῦ θεοῦσυμφορᾶς τίνος κυρῆσαι;παῖδʼ ἐμὸν πεφυκέναι.σὸν γεγῶτʼ, ἢ δῶρον ἄλλως;δῶρον, ὄντα δʼ ἐξ ἐμοῦ.