δύο θεαὶ δύο παρθένοι,κασίγνηται σεμναὶ Φοίβου.ἱκετεύσατε δʼ, ὦ κόραι,τὸ παλαιὸν Ἐρεχθέωςγένος εὐτεκνίας χρονίου καθαροῖςμαντεύμασι κῦρσαι.ὑπερβαλλούσας γὰρ ἔχειθνατοῖς εὐδαιμονίαςἀκίνητον ἀφορμάν,τέκνων οἷς ἂν καρποτρόφοιλάμπωσιν ἐν θαλάμοιςπατρίοισι νεάνιδες ἧβαι,διαδέκτορα πλοῦτονὡς ἕξοντες ἐκ πατέρωνἑτέροις ἐπὶ τέκνοις.ἀλκά τε γὰρ ἐν κακοῖςσύν τʼ εὐτυχίαις φίλον,δορί τε γᾷ πατρίᾳ φέρεισωτήριον ἀλκάν.ἐμοὶ μὲν πλούτου τε πάροςβασιλικῶν τʼ εἶεν θαλάμωντροφαὶ κήδειοι κεδνῶν γε τέκνων.τὸν ἄπαιδα δʼ ἀποστυγῶβίον, ᾧ τε δοκεῖ ψέγω·μετὰ δὲ κτεάνων μετρίων βιοτᾶςεὔπαιδος ἐχοίμαν.ὦ Πανὸς θακήματα καὶπαραυλίζουσα πέτραμυχώδεσι Μακραῖς,ἵνα χοροὺς στείβουσι ποδοῖνἈγλαύρου κόραι τρίγονοιστάδια χλοερὰ πρὸ Παλλάδοςναῶν, συρίγγωνὑπʼ αἰόλας ἰαχᾶςὕμνων, ὅτʼ ἀναλίοιςσυρίζεις, ὦ Πάν,τοῖς σοῖσιν ἐν ἄντροις,ἵνα τεκοῦσά τις Φοίβῳπαρθένος, ὦ μελέα, βρέφος,πτανοῖς ἐξόρισεν θοίναν