νῦν ἀλλὰ τὰς πρὶν ἀναλαβεῖν ἁμαρτίας,ἅπας μὲν οὐ γένοιτʼ ἂν εἰς ἡμᾶς φίλος,ὅσον δὲ χρῄζει — θεὸς γάρ ἐστι — δέξομαι.τί ποτε λόγοισιν ἡ ξένη πρὸς τὸν θεὸνκρυπτοῖσιν αἰεὶ λοιδοροῦσʼ αἰνίσσεται;ἤτοι φιλοῦσά γʼ ἧς ὕπερ μαντεύεται,ἢ καί τι σιγῶσʼ ὧν σιωπᾶσθαι χρεών;ἀτὰρ θυγατρὸς τῆς Ἐρεχθέως τί μοιμέλει; προσήκει γʼ οὐδέν. ἀλλὰ χρυσέαιςπρόχοισιν ἐλθὼν εἰς ἀπορραντήριαδρόσον καθήσω. νουθετητέος δέ μοιΦοῖβος, τί πάσχει· παρθένους βίᾳ γαμῶνπροδίδωσι; παῖδας ἐκτεκνούμενος λάθρᾳθνῄσκοντας ἀμελεῖ; μὴ σύ γʼ· ἀλλʼ, ἐπεὶ κρατεῖς,ἀρετὰς δίωκε. καὶ γὰρ ὅστις ἂν βροτῶνκακὸς πεφύκῃ, ζημιοῦσιν οἱ θεοί.πῶς οὖν δίκαιον τοὺς νόμους ὑμᾶς βροτοῖςγράψαντας, αὐτοὺς ἀνομίαν ὀφλισκάνειν;εἰ δʼ — οὐ γὰρ ἔσται, τῷ λόγῳ δὲ χρήσομαι —δίκας βιαίων δώσετʼ ἀνθρώποις γάμων,σὺ καὶ Ποσειδῶν Ζεύς θʼ ὃς οὐρανοῦ κρατεῖ,ναοὺς τίνοντες ἀδικίας κενώσετε.τὰς ἡδονὰς γὰρ τῆς προμηθίας πάροςσπεύδοντες ἀδικεῖτʼ. οὐκέτʼ ἀνθρώπους κακῶςλέγειν δίκαιον, εἰ τὰ τῶν θεῶν καλὰμιμούμεθʼ, ἀλλὰ τοὺς διδάσκοντας τάδε.σὲ τὰν ὠδίνων λοχιᾶνἀνειλείθυιαν, ἐμὰνἈθάναν, ἱκετεύω,Προμηθεῖ Τιτᾶνι λοχευ-θεῖσαν κατʼ ἀκροτάταςκορυφᾶς Διός, ὦ μάκαιρα Νίκα,μόλε Πύθιον οἶκον,Ὀλύμπου χρυσέων θαλάμωνπταμένα πρὸς ἀγυιάς,Φοιβήιος ἔνθα γᾶςμεσσόμφαλος ἑστίαπαρὰ χορευομένῳ τρίποδιμαντεύματα κραίνει,σὺ καὶ παῖς ἁ Λατογενής,