ὃς οὔτʼ ἔσωσας τὸν σὸν ὃν σῶσαί σʼ ἐχρῆν,οὔθʼ ἱστορούσῃ μητρὶ μάντις ὢν ἐρεῖς,ὡς, εἰ μὲν οὐκέτʼ ἔστιν, ὀγκωθῇ τάφῳ,εἰ δʼ ἔστινἀλλʼ ἐᾶν χρὴ τάδʼ, εἰ πρὸς τοῦ θεοῦκωλυόμεσθα μὴ μαθεῖν ἃ βούλομαι.ἀλλʼ, ὦ ξένʼ, εἰσορῶ γὰρ εὐγενῆ πόσινΞοῦθον πέλας δὴ τόνδε, τὰς Τροφωνίουλιπόντα θαλάμας, τοὺς λελεγμένους λόγουςσίγα πρὸς ἄνδρα, μή τινʼ αἰσχύνην λάβωδιακονοῦσα κρυπτά, καὶ προβῇ λόγοςοὐχ ᾗπερ ἡμεῖς αὐτὸν ἐξειλίσσομεν.τὰ γὰρ γυναικῶν δυσχερῆ πρὸς ἄρσενας,κἀν ταῖς κακαῖσιν ἁγαθαὶ μεμειγμέναιμισούμεθʼ· οὕτω δυστυχεῖς πεφύκαμεν.πρῶτον μὲν ὁ θεὸς τῶν ἐμῶν προσφθεγμάτωνλαβὼν ἀπαρχὰς χαιρέτω, σύ τʼ, ὦ γύναι.μῶν χρόνιος ἐλθών σʼ ἐξέπληξʼ ὀρρωδίᾳ;οὐδέν γʼ· ἀφίκου δʼ ἐς μέριμναν. ἀλλά μοιλέξον, τί θέσπισμʼ ἐκ Τροφωνίου φέρεις,παίδων ὅπως νῷν σπέρμα συγκραθήσεται;οὐκ ἠξίωσε τοῦ θεοῦ προλαμβάνεινμαντεύμαθʼ· ἓν δʼ οὖν εἶπεν· οὐκ ἄπαιδά μεπρὸς οἶκον ἥξειν οὐδὲ σὲ ἐκ χρηστηρίων.ὦ πότνια Φοίβου μῆτερ, εἰ γὰρ αἰσίωςἔλθοιμεν, ἅ τε νῷν συμβόλαια πρόσθεν ἦνἐς παῖδα τὸν σόν, μεταπέσοι βελτίονα.ἔσται τάδʼ· ἀλλὰ τίς προφητεύει θεοῦ;ἡμεῖς τά γʼ ἔξω, τῶν ἔσω δʼ ἄλλοις μέλει,οἳ πλησίον θάσσουσι τρίποδος, ὦ ξένε,Δελφῶν ἀριστῆς, οὓς ἐκλήρωσεν πάλος.καλῶς· ἔχω δὴ πάνθʼ ὅσων ἐχρῄζομεν.στείχοιμʼ ἂν εἴσω· καὶ γάρ, ὡς ἐγὼ κλύω,χρηστήριον πέπτωκε τοῖς ἐπήλυσικοινὸν πρὸ ναοῦ· βούλομαι δʼ ἐν ἡμέρᾳτῇδʼ — αἰσία γάρ — θεοῦ λαβεῖν μαντεύματα.σὺ δʼ ἀμφὶ βωμούς, ὦ γύναι, δαφνηφόρουςλαβοῦσα κλῶνας, εὐτέκνους εὔχου θεοῖςχρησμούς μʼ ἐνεγκεῖν ἐξ Ἀπόλλωνος δόμων.ἔσται τάδʼ, ἔσται. Λοξίας δʼ ἐὰν θέλῃ