οὐκ οἶδεν οὐδείς. ταῦτα καὶ μαντεύομαι.εἰ δʼ οὐκέτʼ ἔστι, τίνι τρόπῳ διεφθάρη;θῆράς σφε τὸν δύστηνον ἐλπίζει κτανεῖν.ποίῳ τόδʼ ἔγνω χρωμένη τεκμηρίῳ;ἐλθοῦσʼ ἵνʼ αὐτὸν ἐξέθηκʼ οὐχ ηὗρʼ ἔτι.ἦν δὲ σταλαγμὸς ἐν στίβῳ τις αἵματος;οὔ φησι. καίτοι πόλλʼ ἐπεστράφη πέδον.χρόνος δὲ τίς τῷ παιδὶ διαπεπραγμένῳ;σοὶ ταὐτὸν ἥβης, εἴπερ, εἶχεν ἂν μέτρον.ἀδικεῖ νιν ὁ θεός· ἡ τεκοῦσα δʼ ἀθλία.οὔκουν ἔτʼ ἄλλον γʼ ὕστερον τίκτει γόνον.τί δʼ, εἰ λάθρα νιν Φοῖβος ἐκτρέφει λαβών;τὰ κοινὰ χαίρων οὐ δίκαια δρᾷ μόνος.οἴμοι· προσῳδὸς ἡ τύχη τὠμῷ πάθει.καὶ σέ, ὦ ξένʼ, οἶμαι μητέρʼ ἀθλίαν ποθεῖν.καὶ μή γʼ ἐπʼ οἶκτόν μʼ ἔξαγʼ οὗ ʼλελήσμεθα.σιγῶ· πέραινε δʼ ὧν σʼ ἀνιστορῶ πέρι.οἶσθʼ οὖν ὃ κάμνει τοῦ λόγου μάλιστά σοι;τί δʼ οὐκ ἐκείνῃ τῇ ταλαιπώρῳ νοσεῖ;πῶς ὁ θεὸς ὃ λαθεῖν βούλεται μαντεύσεται;εἴπερ καθίζει τρίποδα κοινὸν Ἑλλάδος.αἰσχύνεται τὸ πρᾶγμα· μὴ ʼξέλεγχέ νιν.ἀλγύνεται δέ γʼ ἡ παθοῦσα τῇ τύχῃ.οὐκ ἔστιν ὅστις σοι προφητεύσει τάδε.ἐν τοῖς γὰρ αὑτοῦ δώμασιν κακὸς φανεὶςΦοῖβος δικαίως τὸν θεμιστεύοντά σοιδράσειεν ἄν τι πῆμα. ἀπαλλάσσου, γύναι.τῷ γὰρ θεῷ τἀναντίʼ οὐ μαντευτέον.ἐς γὰρ τοσοῦτον ἀμαθίας ἔλθοιμεν ἄν,εἰ τοὺς θεοὺς ἄκοντας ἐκπονήσομενφράζειν ἃ μὴ θέλουσιν, ἢ προβωμίοιςσφαγαῖσι μήλων ἢ διʼ οἰωνῶν πτεροῖς.ἃν γὰρ βίᾳ σπεύδωμεν ἀκόντων θεῶν,ἄκοντα κεκτήμεσθα τἀγάθʼ, ὦ γύναι·ἃ δʼ ἂν διδῶσʼ ἑκόντες, ὠφελούμεθα.πολλαί γε πολλοῖς εἰσι συμφοραὶ βροτῶν,μορφαὶ δὲ διαφέρουσιν· ἓν δʼ ἂν εὐτυχὲςμόλις ποτʼ ἐξεύροι τις ἀνθρώπων βίῳ.ὦ Φοῖβε, κἀκεῖ κἀνθάδʼ οὐ δίκαιος εἶἐς τὴν ἀποῦσαν, ἧς πάρεισιν οἱ λόγοι·