ὦ τλῆμον, ὡς τἄλλʼ εὐτυχοῦσʼ οὐκ εὐτυχεῖς.σὺ δʼ εἶ τίς; ὥς σου τὴν τεκοῦσαν ὤλβισα.τοῦ θεοῦ καλοῦμαι δοῦλος εἰμί τʼ, ὦ γύναι.ἀνάθημα πόλεως, ἤ τινος πραθεὶς ὕπο;οὐκ οἶδα πλὴν ἕν· Λοξίου κεκλήμεθα.ἡμεῖς σʼ ἄρʼ αὖθις, ὦ ξένʼ, ἀντοικτίρομεν.ὡς μὴ εἰδόθʼ ἥτις μʼ ἔτεκεν ἐξ ὅτου τʼ ἔφυν.ναοῖσι δʼ οἰκεῖς τοισίδʼ ἢ κατὰ στέγας;ἅπαν θεοῦ μοι δῶμʼ, ἵνʼ ἂν λάβῃ μʼ ὕπνος.παῖς δʼ ὢν ἀφίκου ναὸν ἢ νεανίας;βρέφος λέγουσιν οἱ δοκοῦντες εἰδέναι.καὶ τίς γάλακτί σʼ ἐξέθρεψε Δελφίδων;οὐπώποτʼ ἔγνων μαστόν· ἣ δʼ ἔθρεψέ μετίς, ὦ ταλαίπωρʼ; ὡς νοσοῦσʼ ηὗρον νόσους.Φοίβου προφῆτις, μητέρʼ ὣς νομίζομεν.ἐς δʼ ἄνδρʼ ἀφίκου τίνα τροφὴν κεκτημένος;βωμοί μʼ ἔφερβον οὑπιών τʼ ἀεὶ ξένος.τάλαινά σʼ ἡ τεκοῦσα· τίς ποτʼ ἦν ἄρα;ἀδίκημά του γυναικὸς ἐγενόμην ἴσως.ἔχεις δὲ βίοτον· εὖ γὰρ ἤσκησαι πέπλοις.τοῖς τοῦ θεοῦ κοσμούμεθʼ, ᾧ δουλεύομεν.οὐδʼ ᾖξας εἰς ἔρευναν ἐξευρεῖν γονάς;ἔχω γὰρ οὐδέν, ὦ γύναι, τεκμήριον.φεῦ·πέπονθέ τις σῇ μητρὶ ταὔτʼ ἄλλη γυνή.τίς; εἰ πόνου μοι ξυλλάβοι, χαίροιμεν ἄν.ἧς οὕνεκʼ ἦλθον δεῦρο πρὶν πόσιν μολεῖν.ποῖόν τι χρῄζουσʼ; ὡς ὑπουργήσω, γύναι.μάντευμα κρυπτὸν δεομένη Φοίβου μαθεῖν.λέγοις ἄν· ἡμεῖς τἄλλα προξενήσομεν.ἄκουε δὴ τὸν μῦθον. — ἀλλʼ αἰδούμεθα.οὔ τἄρα πράξεις οὐδέν· ἀργὸς ἡ θεός.Φοίβῳ μιγῆναί φησί τις φίλων ἐμῶν.Φοίβῳ γυνὴ γεγῶσα; μὴ λέγʼ, ὦ ξένη.καὶ παῖδά γʼ ἔτεκε τῷ θεῷ λάθρα πατρός.οὐκ ἔστιν· ἀνδρὸς ἀδικίαν αἰσχύνεται.οὔ φησιν αὐτή, καὶ πέπονθεν ἄθλια.τί χρῆμα δράσασʼ, εἰ θεῷ συνεζύγη;τὸν παῖδʼ ὃν ἔτεκεν ἐξέθηκε δωμάτων.ὁ δʼ ἐκτεθεὶς παῖς ποῦ ʼστιν; εἰσορᾷ φάος;