Ἐριχθόνιός γε· τὸ δὲ γένος μʼ οὐκ ὠφελεῖ.ἦ καί σφʼ Ἀθάνα γῆθεν ἐξανείλετο;ἐς παρθένους γε χεῖρας, οὐ τεκοῦσά νιν.δίδωσι δʼ, ὥσπερ ἐν γραφῇ νομίζεται ;Κέκροπός γε σῴζειν παισὶν οὐχ ὁρώμενον.ἤκουσα λῦσαι παρθένους τεῦχος θεᾶς.τοιγὰρ θανοῦσαι σκόπελον ᾕμαξαν πέτρας.εἶἑν·τί δαὶ τόδʼ; ἆρʼ ἀληθὲς ἢ μάτην λόγοςτί χρῆμʼ ἐρωτᾷς; καὶ γὰρ οὐ κάμνω σχολῇ.πατὴρ Ἐρεχθεὺς σὰς ἔθυσε συγγόνους;ἔτλη πρὸ γαίας σφάγια παρθένους κτανεῖν.σὺ δʼ ἐξεσώθης πῶς κασιγνήτων μόνη;βρέφος νεογνὸν μητρὸς ἦν ἐν ἀγκάλαις.πατέρα δʼ ἀληθῶς χάσμα σὸν κρύπτει χθονός;πληγαὶ τριαίνης ποντίου σφʼ ἀπώλεσαν.Μακραὶ δὲ χῶρός ἐστʼ ἐκεῖ κεκλημένος;τί δʼ ἱστορεῖς τόδʼ; ὥς μʼ ἀνέμνησάς τινος.τιμᾷ σφε Πύθιος ἀστραπαί τε Πύθιαι.τιμᾶ τιμᾶ· ὡς μήποτʼ ὤφελόν σφʼ ἰδεῖν.τί δὲ στυγεῖς σὺ τοῦ θεοῦ τὰ φίλτατα;οὐδέν· ξύνοιδʼ ἄντροισιν αἰσχύνην τινά.πόσις δὲ τίς σʼ ἔγημʼ Ἀθηναίων, γύναι;οὐκ ἀστός, ἀλλʼ ἐπακτὸς ἐξ ἄλλης χθονός.τίς; εὐγενῆ νιν δεῖ πεφυκέναι τινά.Ξοῦθος, πεφυκὼς Αἰόλου Διός τʼ ἄπο.καὶ πῶς ξένος σʼ ὢν ἔσχεν οὖσαν ἐγγενῆ;Εὔβοιʼ Ἀθήναις ἔστι τις γείτων πόλιςὅροις ὑγροῖσιν, ὡς λέγουσʼ, ὡρισμένη.ταύτην ἔπερσε Κεκροπίδαις κοινῷ δορί.ἐπίκουρος ἐλθών; κᾆτα σὸν γαμεῖ λέχος;φερνάς γε πολέμου καὶ δορὸς λαβὼν γέρας.σὺν ἀνδρὶ δʼ ἥκεις ἢ μόνη χρηστήρια;σὺν ἀνδρί. σηκοὺς δʼ ἐκστρέφει Τροφωνίου.πότερα θεατὴς ἢ χάριν μαντευμάτων;κείνου τε Φοίβου θʼ ἓν θέλων μαθεῖν ἔπος.καρποῦ δʼ ὕπερ γῆς ἥκετʼ, ἢ παίδων πέρι;ἄπαιδές ἐσμεν, χρόνιʼ ἔχοντʼ εὐνήματα.οὐδʼ ἔτεκες οὐδὲν πώποτʼ, ἀλλʼ ἄτεκνος εἶ;ὁ Φοῖβος οἶδε τὴν ἐμὴν ἀπαιδίαν.