ἃ δʼ ἐκτός, ὄμμα τέρψει.πάντα θεᾶσθʼ, ὅ τι καὶ θέμις, ὄμμασι.μεθεῖσαν δεσπόταιμε θεοῦ γύαλα τάδʼ εἰσιδεῖν.δμῳαὶ δὲ τίνων κλῄζεσθε δόμων;Παλλάδι σύνοικα τρόφιμα μέλα-θρα τῶν ἐμῶν τυράννων·παρούσας δʼ ἀμφὶ τᾶσδʼ ἐρωτᾷς.γενναιότης σοι, καὶ τρόπων τεκμήριοντὸ σχῆμʼ ἔχεις τόδʼ, ἥτις εἶ ποτʼ, ὦ γύναι.γνοίη δʼ ἂν ὡς τὰ πολλά γʼ ἀνθρώπου πέριτὸ σχῆμʼ ἰδών τις εἰ πέφυκεν εὐγενής.ἔα·ἀλλʼ ἐξέπληξάς μʼ, ὄμμα συγκλῄσασα σὸνδακρύοις θʼ ὑγράνασʼ εὐγενῆ παρηίδα,ὡς εἶδες ἁγνὰ Λοξίου χρηστήρια.τί ποτε μερίμνης ἐς τόδʼ ἦλθες, ὦ γύναι;ὃ πάντες ἄλλοι γύαλα λεύσσοντες θεοῦχαίρουσιν, ἐνταῦθʼ ὄμμα σὸν δακρυρροεῖ;ὦ ξένε, τὸ μὲν σὸν οὐκ ἀπαιδεύτως ἔχειἐς θαύματʼ ἐλθεῖν δακρύων ἐμῶν πέρι·ἐγὼ δʼ ἰδοῦσα τούσδʼ Ἀπόλλωνος δόμουςμνήμην παλαιὰν ἀνεμετρησάμην τινά·οἴκοι δὲ τὸν νοῦν ἔσχον ἐνθάδʼ οὖσά που.ὦ τλήμονες γυναῖκες· ὦ τολμήματαθεῶν. τί δῆτα; ποῖ δίκην ἀνοίσομεν,εἰ τῶν κρατούντων ἀδικίαις ὀλούμεθα;τί χρῆμʼ ἀνερμήνευτα δυσθυμῇ, γύναι;οὐδέν· μεθῆκα τόξα· τἀπὶ τῷδε δὲἐγώ τε σιγῶ, καὶ σὺ μὴ φρόντιζʼ ἔτι.τίς δʼ εἶ; πόθεν γῆς ἦλθες; ἐκ ποίας πάτραςπέφυκας; ὄνομα τί σε καλεῖν ἡμᾶς χρεών;Κρέουσα μέν μοι τοὔνομʼ, ἐκ δʼ Ἐρεχθέωςπέφυκα, πατρὶς γῆ δʼ Ἀθηναίων πόλις.ὦ κλεινὸν οἰκοῦσʼ ἄστυ γενναίων τʼ ἄποτραφεῖσα πατέρων, ὥς σε θαυμάζω, γύναι.τοσαῦτα κεὐτυχοῦμεν, ὦ ξένʼ, οὐ πέρα.πρὸς θεῶν ἀληθῶς, ὡς μεμύθευται βροτοῖς ;τί χρῆμʼ ἐρωτᾷς, ὦ ξένʼ, ἐκμαθεῖν θέλων;ἐκ γῆς πατρός σου πρόγονος ἔβλαστεν πατήρ;