θεύεται παρὰ πήναις,ἀσπιστὰς Ἰόλαος, ὃςκοινοὺς αἰρόμενος πόνουςΔίῳ παιδὶ συναντλεῖ;— καὶ μὰν τόνδʼ ἄθρησονπτεροῦντος ἔφεδρον ἵππου·τὰν πῦρ πνέουσαν ἐναίρειτρισώματον ἀλκάν.— πάντᾳ τοι βλέφαρον διώ-κω. σκέψαι κλόνον ἐν τείχεσ-σι λαΐνοισι Γιγάντων.— ὦ φίλαι, ὧδε δερκόμεσθα.— λεύσσεις οὖν ἐπʼ Ἐγκελάδῳγοργωπὸν πάλλουσαν ἴτυν —— λεύσσω Παλλάδʼ, ἐμὰν θεόν.— τί γάρ; κεραυνὸν ἀμφίπυρονὄβριμον ἐν Διὸςἑκηβόλοισι χερσίν;— ὁρῶ· τὸν δάϊονΜίμαντα πυρὶ καταιθαλοῖ.— καὶ Βρόμιος ἄλλον ἀπολέμοι-σι κισσίνοισι βάκτροιςἐναίρει Γᾶς τέκνων ὁ Βακχεύς.σέ τοι, τὸν παρὰ ναὸν αὐ-δῶ· θέμις γυάλων ὑπερ-βῆναι, λευκῷ ποδί γʼ — ;οὐ θέμις, ὦ ξέναι.οὐδʼ ἂνἐκ σέθεν ἂν πυθοίμεθʼ αὐδάν;τίνα τήνδε θέλεις;ἆρʼ ὄντως μέσον ὀμφαλὸνγᾶς Φοίβου κατέχει δόμος;στέμμασί γʼ ἐνδυτόν, ἀμφὶ δὲ Γοργόνες.οὕτω καὶ φάτις αὐδᾷ.εἰ μὲν ἐθύσατε πέλανον πρὸ δόμωνκαί τι πυθέσθαι χρῄζετε Φοίβου,πάριτʼ ἐς θυμέλας· ἐπὶ δʼ ἀσφάκτοιςμήλοισι δόμων μὴ πάριτʼ ἐς μυχόν.ἔχω μαθοῦσα· θεοῦ δὲ νόμονοὐ παραβαίνομεν,