κῆρυξ, ὀρνίθων γαμφηλαῖςἰσχὺν νικῶν.ὅδε πρὸς θυμέλας ἄλλος ἐρέσσεικύκνος. οὐκ ἄλλᾳφοινικοφαῆ πόδα κινήσεις;οὐδέν σʼ ἁ φόρμιγξ ἁ Φοίβουσύμμολπος τόξων ῥύσαιτʼ ἄν.πάραγε πτέρυγας·λίμνας ἐπίβα τᾶς Δηλιάδος·αἱμάξεις, εἰ μὴ πείσῃ,τὰς καλλιφθόγγους ᾠδάς.ἔα ἔα·τίς ὅδʼ ὀρνίθων καινὸς προσέβα;μῶν ὑπὸ θριγκοὺς εὐναίαςκαρφυρὰς θήσων τέκνοις;ψαλμοί σʼ εἴρξουσιν τόξων.οὐ πείσῃ; χωρῶν δίναιςταῖς Ἀλφειοῦ παιδούργει,ἢ νάπος Ἴσθμιον,ὡς ἀναθήματα μὴ βλάπτηταιναοί θʼ οἱ Φοίβουκτείνειν δʼ ὑμᾶς αἰδοῦμαιτοὺς θεῶν ἀγγέλλοντας φήμαςθνατοῖς· οἷς δʼ ἔγκειμαι μόχθοις,Φοίβῳ δουλεύσω, κοὐ λήξωτοὺς βόσκοντας θεραπεύων.— οὐκ ἐν ταῖς ζαθέαις Ἀθά-ναις εὐκίονες ἦσαν αὐ-λαὶ θεῶν μόνον, οὐδʼ ἀγυι-άτιδες θεραπεῖαι·ἀλλὰ καὶ παρὰ Λοξίᾳτῷ Λατοῦς διδύμων προσώ-πων καλλιβλέφαρον φῶς.— ἰδοὺ τάνδʼ, ἄθρησον,Λερναῖον ὕδραν ἐναίρειχρυσέαις ἅρπαις ὁ Διὸς παῖς·φίλα, πρόσιδʼ ὄσσοις.— ὁρῶ. καὶ πέλας ἄλλος αὐ-τοῦ πανὸν πυρίφλεκτον αἴ-ρει τις — ἆρʼ ὃς ἐμαῖσι μυ-