ἐμοῦ ταράσσει, μῆτερ, εἰκότως φρένα.ἄκουε δή νυν ἅμʼ ἐσῆλθεν, ὦ τέκνον·εὐεργετῶν σε Λοξίας ἐς εὐγενῆδόμον καθίζει· τοῦ θεοῦ δὲ λεγόμενος,οὐκ ἔσχες ἄν ποτʼ οὔτε παγκλήρους δόμουςοὔτʼ ὄνομα πατρός. πῶς γάρ, οὗ γʼ ἐγὼ γάμουςἔκρυπτον αὐτὴ καί σʼ ἀπέκτεινον λάθρα;ὃ δʼ ὠφελῶν σε προστίθησʼ ἄλλῳ πατρί.οὐχ ὧδε φαύλως αὔτʼ ἐγὼ μετέρχομαι,ἀλλʼ ἱστορήσω Φοῖβον εἰσελθὼν δόμους,εἴτʼ εἰμὶ θνητοῦ πατρὸς εἴτε Λοξίου.ἔα· τίς οἴκων θυοδόκων ὑπερτελὴςἀντήλιον πρόσωπον ἐκφαίνει θεῶν;φεύγωμεν, ὦ τεκοῦσα, μὴ τὰ δαιμόνωνὁρῶμεν — εἰ μὴ καιρός ἐσθʼ ἡμᾶς ὁρᾶν.μὴ φεύγετʼ· οὐ γὰρ πολεμίαν με φεύγετε,ἀλλʼ ἔν τʼ Ἀθήναις κἀνθάδʼ οὖσαν εὐμενῆ.ἐπώνυμος δὲ σῆς ἀφικόμην χθονὸςΠαλλάς, δρόμῳ σπεύσασʼ Ἀπόλλωνος πάρα,ὃς ἐς μὲν ὄψιν σφῷν μολεῖν οὐκ ἠξίου,μὴ τῶν πάροιθε μέμψις ἐς μέσον μόλῃ,ἡμᾶς δὲ πέμπει τοὺς λόγους ὑμῖν φράσαι·ὡς ἥδε τίκτει σʼ ἐξ Ἀπόλλωνος πατρός,δίδωσι δʼ οἷς ἔδωκεν, οὐ φύσασί σε,ἀλλʼ ὡς νομίζῃ ʼς οἶκον εὐγενέστατον.ἐπεὶ δʼ ἀνεῴχθη πρᾶγμα μηνυθὲν τόδε,θανεῖν σε δείσας μητρὸς ἐκ βουλευμάτωνκαὶ τήνδε πρὸς σοῦ, μηχαναῖς ἐρρύσατο.ἔμελλε δʼ αὐτὰ διασιωπήσας ἄναξἐν ταῖς Ἀθήναις γνωριεῖν ταύτην τε σήν,σέ θʼ ὡς πέφυκας τῆσδε καὶ Φοίβου πατρός.ἀλλʼ ὡς περαίνω πρᾶγμα, καὶ χρησμοὺς θεοῦ,ἐφʼ οἷσιν ἔζευξʼ ἅρματʼ, εἰσακούσατον.λαβοῦσα τόνδε παῖδα Κεκροπίαν χθόναχώρει, Κρέουσα, κἀς θρόνους τυραννικοὺςἵδρυσον. ἐκ γὰρ τῶν Ἐρεχθέως γεγὼςδίκαιος ἄρχειν τῆς γʼ ἐμῆς ὅδε χθονός,ἔσται τʼ ἀνʼ Ἑλλάδʼ εὐκλεής. οἱ τοῦδε γὰρπαῖδες γενόμενοι τέσσαρες ῥίζης μιᾶςἐπώνυμοι γῆς κἀπιφυλίου χθονὸς