λαῶν ἔσονται, σκόπελον οἳ ναίουσʼ ἐμόν.Γελέων μὲν ἔσται πρῶτος· εἶτα δεύτεροςὍπλητες Ἀργαδῆς τʼ, ἐμῆς τʼ ἀπʼ αἰγίδοςἔμφυλον ἕξουσʼ Αἰγικορῆς. οἱ τῶνδε δʼ αὖπαῖδες γενόμενοι σὺν χρόνῳ πεπρωμένῳΚυκλάδας ἐποικήσουσι νησαίας πόλειςχέρσους τε παράλους, ὃ σθένος τἠμῇ χθονὶδίδωσιν· ἀντίπορθμα δʼ ἠπείροιν δυοῖνπεδία κατοικήσουσιν, Ἀσιάδος τε γῆςΕὐρωπίας τε· τοῦδε δʼ ὀνόματος χάρινἼωνες ὀνομασθέντες ἕξουσιν κλέος.Ξούθῳ δὲ καὶ σοὶ γίγνεται κοινὸν γένος,Δῶρος μέν, ἔνθεν Δωρὶς ὑμνηθήσεταιπόλις κατʼ αἶαν Πελοπίαν· ὁ δεύτεροςἈχαιός, ὃς γῆς παραλίας Ῥίου πέλαςτύραννος ἔσται, κἀπισημανθήσεταικείνου κεκλῆσθαι λαὸς ὄνομʼ ἐπώνυμος.καλῶς δʼ Ἀπόλλων πάντʼ ἔπραξε· πρῶτα μὲνἄνοσον λοχεύει σʼ, ὥστε μὴ γνῶναι φίλους·ἐπεὶ δʼ ἔτικτες τόνδε παῖδα κἀπέθουἐν σπαργάνοισιν, ἁρπάσαντʼ ἐς ἀγκάλαςἙρμῆν κελεύει δεῦρο πορθμεῦσαι βρέφος,ἔθρεψέ τʼ οὐδʼ εἴασεν ἐκπνεῦσαι βίον.νῦν οὖν σιώπα, παῖς ὅδʼ ὡς πέφυκε σός,ἵνʼ ἡ δόκησις Ξοῦθον ἡδέως ἔχῃ,σύ τʼ αὖ τὰ σαυτῆς ἀγάθʼ ἔχουσʼ ἴῃς, γύναι.καὶ χαίρετʼ· ἐκ γὰρ τῆσδʼ ἀναψυχῆς πόνωνεὐδαίμονʼ ὑμῖν πότμον ἐξαγγέλλομαι.ὦ Διὸς Παλλὰς μεγίστου θύγατερ, οὐκ ἀπιστίᾳσοὺς λόγους ἐδεξάμεσθα· πείθομαι δʼ εἶναι πατρὸςΛοξίου καὶ τῆσδε. — καὶ πρὶν τοῦτο δʼ οὐκ ἄπιστον ἦν.τἀμὰ νῦν ἄκουσον· αἰνῶ Φοῖβον οὐκ αἰνοῦσα πρίν,οὕνεχʼ οὗ ποτʼ ἠμέλησε παιδὸς ἀποδίδωσί μοι.αἵδε δʼ εὐωποὶ πύλαι μοι καὶ θεοῦ χρηστήρια,δυσμενῆ πάροιθεν ὄντα. νῦν δὲ καὶ ῥόπτρων χέραςἡδέως ἐκκρημνάμεσθα καὶ προσεννέπω πύλας.ᾔνεσʼ οὕνεκʼ εὐλογεῖς θεὸν μεταβαλοῦσʼ· ἀεὶ γὰρ οὖνχρόνια μὲν τὰ τῶν θεῶν πως, ἐς τέλος δʼ οὐκ ἀσθενῆ.ὦ τέκνον, στείχωμεν οἴκους.στείχεθʼ, ἕψομαι δʼ ἐγώ.