ἐν φόβῳ, τέκνον,καταδεθεῖσα σὰνἀπέβαλον ψυχάν·ἔκτεινά σʼ ἄκουσʼ.ἐξ ἐμοῦ τʼ οὐχ ὅσιʼ ἔθνῃσκες.ἰώ· δειναὶ μὲν τότε τύχαι,δεινὰ δὲ καὶ τάδʼ· ἑλισσόμεσθʼ ἐκεῖθενἐνθάδε δυστυχίαισιν εὐτυχίαις τε πάλιν,μεθίσταται δὲ πνεύματα.μενέτω· τὰ πάροιθεν ἅλις κακά· νῦν δὲγένοιτό τις οὖρος ἐκ κακῶν, ὦ παῖ.μηδεὶς δοκείτω μηδὲν ἀνθρώπων ποτὲἄελπτον εἶναι πρὸς τὰ τυγχάνοντα νῦν.ὦ μεταβαλοῦσα μυρίους ἤδη βροτῶνκαὶ δυστυχῆσαι καὖθις αὖ πρᾶξαι καλῶς,Τύχη, παρʼ οἵαν ἤλθομεν στάθμην βίουμητέρα φονεῦσαι καὶ παθεῖν ἀνάξια.φεῦ·ἆρʼ ἐν φαενναῖς ἡλίου περιπτυχαῖςἔνεστι πάντα τάδε καθʼ ἡμέραν μαθεῖν;φίλον μὲν οὖν σʼ εὕρημα, μῆτερ, ηὕρομεν,καὶ τὸ γένος οὐδὲν μεμπτόν, ὡς ἡμῖν, τόδε·τὰ δʼ ἄλλα πρὸς σὲ βούλομαι μόνην φράσαι.δεῦρʼ ἔλθʼ· ἐς οὖς γὰρ τοὺς λόγους εἰπεῖν θέλωκαὶ περικαλύψαι τοῖσι πράγμασι σκότον.ὅρα σύ, μῆτερ· μὴ σφαλεῖσʼ ἃ παρθένοιςἐγγίγνεται νοσήματʼ ἐς κρυπτοὺς γάμους,ἔπειτα τῷ θεῷ προστίθης τὴν αἰτίαν,καὶ τοὐμὸν αἰσχρὸν ἀποφυγεῖν πειρωμένη,Φοίβῳ τεκεῖν με φῄς, τεκοῦσʼ οὐκ ἐκ θεοῦ;μὰ τὴν παρασπίζουσαν ἅρμασίν ποτεΝίκην Ἀθηνᾶν Ζηνὶ γηγενεῖς ἔπι,οὐκ ἔστιν ὅστις σοι πατὴρ θνητῶν, τέκνον,ἀλλʼ ὅσπερ ἐξέθρεψε, Λοξίας ἄναξ.πῶς οὖν τὸν αὑτοῦ παῖδʼ ἔδωκʼ ἄλλῳ πατρὶΞούθου τέ φησι παῖδά μʼ ἐκπεφυκέναι;πεφυκέναι μὲν οὐχί, δωρεῖται δέ σεαὑτοῦ γεγῶτα· καὶ γὰρ ἂν φίλος φίλῳδοίη τὸν αὑτοῦ παῖδα δεσπότην δόμων.ὁ θεὸς ἀληθὴς ἢ μάτην μαντεύεται,