τοὐμὸν λέγουσα καὶ τὸ σὸν κοινῶς λέγεις.ἄπαιδες οὐκέτʼ ἐσμὲν οὐδʼ ἄτεκνοι·δῶμʼ ἑστιοῦται, γᾶ δʼ ἔχει τυράννους·ἀνηβᾷ δʼ Ἐρεχθεύς,ὅ τε γηγενέτας δόμος οὐκέτι νύκτα δέρκεται,ἀελίου δʼ ἀναβλέπει λαμπάσιν.μῆτερ, παρών μοι καὶ πατὴρ μετασχέτωτῆς ἡδονῆς τῆσδʼ ἧς ἔδωχʼ ὑμῖν ἐγώ.ὦ τέκνον,τί φῄς; οἷον οἷον ἀνελέγχομαι.πῶς εἶπας;ἄλλοθεν γέγονας, ἄλλοθεν.ὤμοι· νόθον με παρθένευμʼ ἔτικτε σόν;οὐχ ὑπὸ λαμπάδων οὐδὲ χορευμάτωνὑμέναιος ἐμός,τέκνον, ἔτικτε σὸν κάρα.αἰαῖ· πέφυκα δυσγενής. μῆτερ, πόθεν;ἴστω Γοργοφόνατί τοῦτʼ ἔλεξας;ἃ σκοπέλοις ἐπʼ ἐμοῖςτὸν ἐλαιοφυῆ πάγονθάσσειλέγεις μοι δόλια κοὐ σαφῆ τάδε.παρʼ ἀηδόνιον πέτρανΦοίβῳτί Φοῖβον αὐδᾷς;κρυπτόμενον λέχος ηὐνάσθηνλέγʼ· ὡς ἐρεῖς τι κεδνὸν εὐτυχές τέ μοι.δεκάτῳ δέ σε μηνὸς ἐνκύκλῳ κρύφιον ὠδῖνʼ ἔτεκον Φοίβῳ.ὦ φίλτατʼ εἰποῦσʼ, εἰ λέγεις ἐτήτυμα.παρθένια δʼ ἐμᾶς λάθρα ματέροςσπάργανʼ ἀμφίβολά σοι τάδʼ ἐνῆψα, κερ-κίδος ἐμᾶς πλάνους.γάλακτι δʼ οὐκ ἐπέσχον, οὐδὲ μαστῷτροφεῖα ματρὸς οὐδὲ λουτρὰ χειροῖν,ἀνὰ δʼ ἄντρον ἔρημον οἰωνῶνγαμφηλαῖς φόνευμα θοίναμά τʼ εἰςἍιδαν ἐκβάλλῃ.ὦ δεινὰ τλᾶσα μῆτερ.