ὦ χρόνιον ἱστῶν παρθένευμα τῶν ἐμῶν.ἔστιν τι πρὸς τῷδʼ, ἢ μόνῳ τῷδʼ εὐτυχεῖς;δράκοντες· ἀρχαῖόν τι παγχρύσῳ γένειδώρημʼ Ἀθάνας, ἣ τέκνʼ ἐντρέφειν λέγειἘριχθονίου γε τοῦ πάλαι μιμήματα.τί δρᾶν, τί χρῆσθαι, φράζε μοι, χρυσώματι;δέραια παιδὶ νεογόνῳ φέρειν, τέκνον.ἔνεισιν οἵδε· τὸ δὲ τρίτον ποθῶ μαθεῖν.στέφανον ἐλαίας ἀμφέθηκά σοι τότε,ἣν πρῶτʼ Ἀθάνα σκόπελον εἰσηνέγκατο,ὅς, εἴπερ ἔστιν, οὔποτʼ ἐκλείπει χλόην,θάλλει δʼ, ἐλαίας ἐξ ἀκηράτου γεγώς.ὦ φιλτάτη μοι μῆτερ, ἄσμενός σʼ ἰδὼνπρὸς ἀσμένας πέπτωκα σὰς παρηίδας.ὦ τέκνον, ὦ φῶς μητρὶ κρεῖσσον ἡλίου —συγγνώσεται γὰρ ὁ θεός — ἐν χεροῖν σʼ ἔχω,ἄελπτον εὕρημʼ, ὃν κατὰ γᾶς ἐνέρωνχθόνιον μετὰ Περσεφόνας τʼ ἐδόκουν ναίειν.ἀλλʼ, ὦ φίλη μοι μῆτερ, ἐν χεροῖν σέθενὁ κατθανών τε κοὐ θανὼν φαντάζομαι.ἰὼ ἰώ, λαμπρᾶς αἰθέρος ἀμπτυχαί,τίνʼ αὐδὰν ἀύσω,βοάσω; πόθεν μοισυνέκυρσʼ ἀδόκητος ἡδονά; πόθενἐλάβομεν χαράν;ἐμοὶ γενέσθαι πάντα μᾶλλον ἄν ποτε,μῆτερ, παρέστη τῶνδʼ, ὅπως σός εἰμʼ ἐγώ.ἔτι φόβῳ τρέμω.μῶν οὐκ ἔχειν μʼ ἔχουσα;τὰς γὰρ ἐλπίδαςἀπέβαλον πρόσω.ἰὼ γύναι, πόθεν πόθεν ἔλαβες ἐμὸνβρέφος ἐς ἀγκάλας;τίνʼ ἀνὰ χεῖρα δόμον ἔβα Λοξίου;θεῖον τόδʼ· ἀλλὰ τἀπίλοιπα τῆς τύχηςεὐδαιμονοῖμεν, ὡς τὰ πρόσθε δυστυχῆ.τέκνον, οὐκ ἀδάκρυτος ἐκλοχεύῃ,γόοις δὲ ματρὸς ἐκ χερῶν ὁρίζῃ·νῦν δὲ γενειάσιν παρὰ σέθεν πνέωμακαριωτάτας τυχοῦσʼ ἡδονᾶς.