πολεμῶ, τὰ μητρὸς σύμβολʼ ὃς σέσωκέ μοι.ἀνοικτέον τάδʼ ἐστὶ καὶ τολμητέον·τὰ γὰρ πεπρωμένʼ οὐχ ὑπερβαίην ποτʼ ἄν.ὦ στέμμαθʼ ἱερά, τί ποτέ μοι κεκεύθατε,καὶ σύνδεθʼ, οἷσι τἄμʼ ἐφρουρήθη φίλα;ἰδοὺ περίπτυγμʼ ἀντίπηγος εὐκύκλουὡς οὐ γεγήρακʼ ἔκ τινος θεηλάτου,εὐρώς τʼ ἄπεστι πλεγμάτων· ὁ δʼ ἐν μέσῳχρόνος πολὺς δὴ τοῖσδε θησαυρίσμασιν.τί δῆτα φάσμα τῶν ἀνελπίστων ὁρῶ;σίγα σύ· πολλὰ καὶ πάροιθεν οἶσθά μοιοὐκ ἐν σιωπῇ τἀμά· μή με νουθέτει.ὁρῶ γὰρ ἄγγος οὗ ʼξέθηκʼ ἐγώ ποτεσέ γʼ, ὦ τέκνον μοι, βρέφος ἔτʼ ὄντα νήπιον,Κέκροπος ἐς ἄντρα καὶ Μακρὰς πετρηρεφεῖς.λείψω δὲ βωμὸν τόνδε, κεἰ θανεῖν με χρή.λάζυσθε τήνδε· θεομανὴς γὰρ ἥλατοβωμοῦ λιποῦσα ξόανα· δεῖτε δʼ ὠλένας.σφάζοντες οὐ λήγοιτʼ ἄν· ὡς ἀνθέξομαικαὶ τῆσδε καὶ σοῦ τῶν τε σῶν κεκρυμμένων.τάδʼ οὐχὶ δεινά; ῥυσιάζομαι λόγῳ.οὔκ, ἀλλὰ σοῖς φίλοισιν εὑρίσκῃ φίλος.ἐγὼ φίλος σός; κᾆτά μʼ ἔκτεινες λάθρα;παῖς γʼ, εἰ τόδʼ ἐστὶ τοῖς τεκοῦσι φίλτατον.παῦσαι πλέκουσα. — λήψομαί σʼ ἐγὼ καλῶς.ἐς τοῦθʼ ἱκοίμην, τοῦδε τοξεύω, τέκνον.κενὸν τόδʼ ἄγγος ἢ στέγει πλήρωμά τι;σά γʼ ἔνδυθʼ, οἷσί σʼ ἐξέθηκʼ ἐγώ ποτε.καὶ τοὔνομʼ αὐτῶν ἐξερεῖς πρὶν εἰσιδεῖν;κἂν μὴ φράσω γε, κατθανεῖν ὑφίσταμαι.λέγʼ· ὡς ἔχει τι δεινὸν ἥ γε τόλμα σου.σκέψασθʼ· ὃ παῖς ποτʼ οὖσʼ ὕφασμʼ ὕφηνʼ ἐγὼποῖόν τι; πολλὰ παρθένων ὑφάσματα.οὐ τέλεον, οἷον δʼ ἐκδίδαγμα κερκίδος.μορφὴν ἔχον τίνʼ; ὥς με μὴ ταύτῃ λάβῃς.Γοργὼ μὲν ἐν μέσοισιν ἠτρίοις πέπλων.ὦ Ζεῦ, τίς ἡμᾶς ἐκκυνηγετεῖ πότμος;κεκρασπέδωται δʼ ὄφεσιν αἰγίδος τρόπον.ἰδού·τόδʼ ἔσθʼ ὕφασμα, θέσφαθʼ ὡς εὑρίσκομεν.