σὺ δʼ ἐκ κελευσμῶν ἢ πόθεν σῴζεις τάδε;ἐνθύμιόν μοι τότε τίθησι Λοξίαςτί χρῆμα δρᾶσαι; λέγε, πέραινε σοὺς λόγους.σῶσαι τόδʼ εὕρημʼ ἐς τὸν ὄντα νῦν χρόνον.ἔχει δέ μοι τί κέρδος ἢ τίνα βλάβην;ἐνθάδε κέκρυπται σπάργανʼ οἷς ἐνῆσθα σύ.μητρὸς τάδʼ ἡμῖν ἐκφέρεις ζητήματα;ἐπεί γʼ ὁ δαίμων βούλεται· πάροιθε δʼ οὔ.ὦ μακαρίων μοι φασμάτων ἥδʼ ἡμέρα.λαβών νυν αὐτὰ τὴν τεκοῦσαν ἐκπόνει.πᾶσάν γʼ ἐπελθὼν Ἀσιάδʼ Εὐρώπης θʼ ὅρους.γνώσῃ τάδʼ αὐτός. τοῦ θεοῦ δʼ ἕκατί σεἔθρεψά τʼ, ὦ παῖ, καὶ τάδʼ ἀποδίδωμί σοι,ἃ κεῖνος ἀκέλευστόν μʼ ἐβουλήθη λαβεῖνσῶσαί θʼ· ὅτου δʼ ἐβούλεθʼ οὕνεκʼ, οὐκ ἔχω λέγειν.ᾔδει δὲ θνητῶν οὔτις ἀνθρώπων τάδεἔχοντας ἡμᾶς, οὐδʼ ἵνʼ ἦν κεκρυμμένα.καὶ χαῖρʼ· ἴσον γάρ σʼ ὡς τεκοῦσʼ ἀσπάζομαι.ἄρξαι δʼ ὅθεν σὴν μητέρα ζητεῖν σε χρή·πρῶτον μὲν εἴ τις Δελφίδων τεκοῦσά σεἐς τούσδε ναοὺς ἐξέθηκε παρθένος,ἔπειτα δʼ εἴ τις Ἑλλάς. — ἐξ ἡμῶν δʼ ἔχειςἅπαντα Φοίβου θʼ, ὃς μετέσχε τῆς τύχης.φεῦ φεῦ· κατʼ ὄσσων ὡς ὑγρὸν βάλλω δάκρυ,ἐκεῖσε τὸν νοῦν δούς, ὅθʼ ἡ τεκοῦσά μεκρυφαῖα νυμφευθεῖσʼ ἀπημπόλα λάθρακαὶ μαστὸν οὐκ ὑπέσχεν· ἀλλʼ ἀνώνυμοςἐν θεοῦ μελάθροις εἶχον οἰκέτην βίον.τὰ τοῦ θεοῦ μὲν χρηστά, τοῦ δὲ δαίμονοςβαρέα· χρόνον γὰρ ὅν με χρῆν ἐν ἀγκάλαιςμητρὸς τρυφῆσαι καί τι τερφθῆναι βίου,ἀπεστερήθην φιλτάτης μητρὸς τροφῆς.τλήμων δὲ χἡ τεκοῦσά μʼ· ὡς ταὐτὸν πάθοςπέπονθε, παιδὸς ἀπολέσασα χαρμονάς.καὶ νῦν λαβὼν τήνδʼ ἀντίπηγʼ οἴσω θεῷἀνάθημʼ, ἵνʼ εὕρω μηδὲν ὧν οὐ βούλομαι.εἰ γάρ με δούλη τυγχάνει τεκοῦσά τις,εὑρεῖν κάκιον μητέρʼ ἢ σιγῶντʼ ἐᾶν.ὦ Φοῖβε, ναοῖς ἀνατίθημι τήνδε σοῖςκαίτοι τί πάσχω; τοῦ θεοῦ προθυμίᾳ