φανερὰ γὰρ φανερὰ τάδʼ ἤδη,σπονδᾶς ἐκ Διονύσου,βοτρύων θοᾶς ἐχίδναςσταγόσι μειγνυμένας φόνῳφανερὰ θύματα νερτέρων,συμφοραὶ μὲν ἐμῷ βίῳ,λεύσιμοι δὲ καταφθοραὶ δεσποίνᾳ.τίνα φυγὰν πτερόεσσαν ἢχθονὸς ὑπὸ σκοτίων μυχῶν πορευθῶ,θανάτου λεύσιμον ἄτανἀποφεύγουσα, τεθρίππωνὠκιστᾶν χαλᾶν ἐπιβᾶσʼ,ἢ πρύμνας ἐπὶ ναῶν;οὐκ ἔστι λαθεῖν, ὅτε μὴ χρῄζωνθεὸς ἐκκλέπτει.τί ποτʼ, ὦ μελέα δέσποινα, μένειψυχῇ σε παθεῖν; ἆρα θέλουσαιδρᾶσαί τι κακὸν τοὺς πέλας αὐταὶπεισόμεθʼ, ὥσπερ τὸ δίκαιον;πρόσπολοι, διωκόμεσθα θανασίμους ἐπὶ σφαγάς,Πυθίᾳ ψήφῳ κρατηθεῖσʼ, ἔκδοτος δὲ γίγνομαι.ἴσμεν, ὦ τάλαινα, τὰς σὰς συμφοράς, ἵνʼ εἶ τύχης.ποῖ φύγω δῆτʼ; ἐκ γὰρ οἴκων προύλαβον μόγις πόδαμὴ θανεῖν, κλοπῇ δʼ ἀφῖγμαι διαφυγοῦσα πολεμίους.ποῖ δʼ ἂν ἄλλοσʼ ἢ ʼπὶ βωμόν;καὶ τί μοι πλέον τόδε;ἱκέτιν οὐ θέμις φονεύειν.τῷ νόμῳ δέ γʼ ὄλλυμαι.χειρία γʼ ἁλοῦσα.καὶ μὴν οἵδʼ ἀγωνισταὶ πικροὶδεῦρʼ ἐπείγονται ξιφήρεις.ἵζε νυν πυρᾶς ἔπι.κἂν θάνῃς γὰρ ἐνθάδʼ οὖσα, τοῖς ἀποκτείνασί σεπροστρόπαιον αἷμα θήσεις· οἰστέον δὲ τὴν τύχην.ὦ ταυρόμορφον ὄμμα Κηφισοῦ πατρός,οἵαν ἔχιδναν τήνδʼ ἔφυσας ἢ πυρὸςδράκοντʼ ἀναβλέποντα φοινίαν φλόγα,ᾗ τόλμα πᾶσʼ ἔνεστιν, οὐδʼ ἥσσων ἔφυΓοργοῦς σταλαγμῶν, οἷς ἔμελλέ με κτενεῖν.λάζυσθʼ, ἵνʼ αὐτῆς τοὺς ἀκηράτους πλόκους