κόμης καταξήνωσι Παρνασοῦ πλάκες,ὅθεν πετραῖον ἅλμα δισκηθήσεται.ἐσθλοῦ δʼ ἔκυρσα δαίμονος, πρὶν ἐς πόλινμολεῖν Ἀθηνῶν χὑπὸ μητρυιὰν πεσεῖν.ἐν συμμάχοις γὰρ ἀνεμετρησάμην φρέναςτὰς σάς, ὅσον μοι πῆμα δυσμενής τʼ ἔφυς·ἔσω γὰρ ἄν με περιβαλοῦσα δωμάτωνἄρδην ἂν ἐξέπεμψας εἰς Ἅιδου δόμους.ἀλλʼ οὔτε βωμὸς οὔτʼ Ἀπόλλωνος δόμοςσώσει σʼ· ὁ δʼ οἶκτος ὁ σὸς ἐμοὶ κρείσσων πάρακαὶ μητρὶ τἠμῇ· καὶ γὰρ εἰ τὸ σῶμά μοιἄπεστιν αὐτῆς, τοὔνομʼ οὐκ ἄπεστί πω.ἴδεσθε τὴν πανοῦργον, ἐκ τέχνης τέχνηνοἵαν ἔπλεξε· βωμὸν ἔπτηξεν θεοῦ,ὡς οὐ δίκην δώσουσα τῶν εἰργασμένων.ἀπεννέπω σε μὴ κατακτείνειν ἐμὲὑπέρ τʼ ἐμαυτῆς τοῦ θεοῦ θʼ ἵνʼ ἕσταμεν.τί δʼ ἐστὶ Φοίβῳ σοί τε κοινὸν ἐν μέσῳ;ἱερὸν τὸ σῶμα τῷ θεῷ δίδωμʼ ἔχειν.κἄπειτʼ ἔκαινες φαρμάκοις τὸν τοῦ θεοῦ;ἀλλʼ οὐκέτʼ ἦσθα Λοξίου, πατρὸς δὲ σοῦ.ἀλλʼ ἐγενόμεσθα πατρός· οὐσίαν λέγω.οὐκοῦν τότʼ ἦσθα· νῦν δʼ ἐγώ, σὺ δʼ οὐκέτι.οὐκ εὐσεβεῖς γε· τἀμὰ δʼ εὐσεβῆ τότʼ ἦν.ἔκτεινά σʼ ὄντα πολέμιον δόμοις ἐμοῖς.οὔτοι σὺν ὅπλοις ἦλθον ἐς τὴν σὴν χθόνα.μάλιστα· κἀπίμπρης γʼ Ἐρεχθέως δόμους.ποίοισι πανοῖς ἢ πυρὸς ποίᾳ φλογί;ἔμελλες οἰκεῖν τἄμʼ, ἐμοῦ βίᾳ λαβών.πατρός γε γῆν διδόντος ἣν ἐκτήσατο.τοῖς Αἰόλου δὲ πῶς μετῆν τῶν Παλλάδος;ὅπλοισιν αὐτήν, οὐ λόγοις ἐρρύσατο.ἐπίκουρος οἰκήτωρ γʼ ἂν οὐκ εἴη χθονός.κἄπειτα τοῦ μέλλειν μʼ ἀπέκτεινες φόβῳ;ὡς μὴ θάνοιμί γʼ, εἰ σὺ μὴ μέλλων τύχοις.φθονεῖς ἄπαις οὖσʼ, εἰ πατὴρ ἐξηῦρέ με.σὺ τῶν ἀτέκνων δῆτʼ ἀναρπάσεις δόμους;ἡμῖν δέ γʼ ἀλλὰ πατρικῆς οὐκ ἦν μέρος;ὅσʼ ἀσπὶς ἔγχος θʼ· ἥδε σοι παμπησία.ἔκλειπε βωμὸν καὶ θεηλάτους ἕδρας.