οἰωνὸν ἔθετο, κἀκέλευσʼ ἄλλον νέονκρατῆρα πληροῦν· τὰς δὲ πρὶν σπονδὰς θεοῦδίδωσι γαίᾳ, πᾶσί τʼ ἐκσπένδειν λέγει.σιγὴ δʼ ὑπῆλθεν. ἐκ δʼ ἐπίμπλαμεν δρόσουκρατῆρας ἱεροὺς Βυβλίνου τε πώματος.κἀν τῷδε μόχθῳ πτηνὸς ἐσπίπτει δόμοιςκῶμος πελειῶν — Λοξίου γὰρ ἐν δόμοιςἄτρεστα ναίουσʼ — ὡς δʼ ἀπέσπεισαν μέθυ,ἐς αὐτὸ χείλη πώματος κεχρημέναικαθῆκαν, εἷλκον δʼ εὐπτέρους ἐς αὐχένας.καὶ ταῖς μὲν ἄλλαις ἄνοσος ἦν λοιβὴ θεοῦ·ἣ δʼ ἕζετʼ ἔνθʼ ὁ καινὸς ἔσπεισεν γόνος,ποτοῦ τʼ ἐγεύσατʼ, εὐθὺς εὔπτερον δέμαςἔσεισε κἀβάκχευσεν, ἐκ δʼ ἔκλαγξʼ ὄπαἀξύνετον αἰάζουσʼ· ἐθάμβησεν δὲ πᾶςθοινατόρων ὅμιλος ὄρνιθος πόνους.θνῄσκει δʼ ἀπασπαίρουσα, φοινικοσκελεῖςχηλὰς παρεῖσα. γυμνὰ δʼ ἐκ πέπλων μέληὑπὲρ τραπέζης ἧχʼ ὁ μαντευτὸς γόνος,βοᾷ δέ· Τίς μʼ ἔμελλεν ἀνθρώπων κτενεῖν;σήμαινε, πρέσβυ· σὴ γὰρ ἡ προθυμία,καὶ πῶμα χειρὸς σῆς ἐδεξάμην πάρα.εὐθὺς δʼ ἐρευνᾷ γραῖαν ὠλένην λαβών,ἐπʼ αὐτοφώρῳ πρέσβυν ὡς ἔχονθʼ ἕλοι.ὤφθη δὲ καὶ κατεῖπʼ ἀναγκασθεὶς μόγιςτόλμας Κρεούσης πώματός τε μηχανάς.θεῖ δʼ εὐθὺς ἔξω συλλαβὼν θοινάτοραςὁ πυθόχρηστος Λοξίου νεανίας,κἀν κοιράνοισι Πυθικοῖς σταθεὶς λέγει·Ὦ Γαῖα σεμνή, τῆς Ἐρεχθέως ὕπο,ξένης γυναικός, φαρμάκοισι θνῄσκομεν.Δελφῶν δʼ ἄνακτες ὥρισαν πετρορριφῆθανεῖν ἐμὴν δέσποιναν οὐ ψήφῳ μιᾷ,τὸν ἱερὸν ὡς κτείνουσαν ἔν τʼ ἀνακτόροιςφόνον τιθεῖσαν. πᾶσα δὲ ζητεῖ πόλιςτὴν ἀθλίως σπεύσασαν ἀθλίαν ὁδόν·παίδων γὰρ ἐλθοῦσʼ εἰς ἔρον Φοίβου πάρα,τὸ σῶμα κοινῇ τοῖς τέκνοις ἀπώλεσεν.οὐκ ἔστʼ οὐκ ἔστιν θανάτουπαρατροπὰ μελέᾳ μοι·