ὄχημʼ ἔπαλλεν, ἄστρα δʼ ὡμάρτει θεᾷ·Πλειὰς μὲν ᾔει μεσοπόρου διʼ αἰθέροςὅ τε ξιφήρης Ὠρίων, ὕπερθε δὲἌρκτος στρέφουσʼ οὐραῖα χρυσήρη πόλῳ·κύκλος δὲ πανσέληνος ἠκόντιζʼ ἄνωμηνὸς διχήρης, Ὑάδες τε, ναυτίλοιςσαφέστατον σημεῖον, ἥ τε φωσφόροςἝως διώκουσʼ ἄστρα. τοίχοισιν δʼ ἔπιἤμπισχεν ἄλλα βαρβάρων ὑφάσματα·εὐηρέτμους ναῦς ἀντίας Ἑλληνίσιν,καὶ μιξόθηρας φῶτας, ἱππείας τʼ ἄγραςἐλάφων, λεόντων τʼ ἀγρίων θηράματα.κατʼ εἰσόδους δὲ Κέκροπα θυγατέρων πέλαςσπείραισιν εἱλίσσοντʼ, Ἀθηναίων τινὸςἀνάθημα· χρυσέους τʼ ἐν μέσῳ συσσιτίῳκρατῆρας ἔστησʼ. ἐν δʼ ἄκροισι βὰς ποσὶκῆρυξ ἀνεῖπε τὸν θέλοντʼ ἐγχωρίωνἐς δαῖτα χωρεῖν. ὡς δʼ ἐπληρώθη στέγη,στεφάνοισι κοσμηθέντες εὐόχθου βορᾶςψυχὴν ἐπλήρουν. ὡς δʼ ἀνεῖσαν ἡδονήν,παρελθὼν πρέσβυς ἐς μέσον πέδονἔστη, γέλων δʼ ἔθηκε συνδείπνοις πολύν,πρόθυμα πράσσων· ἔκ τε γὰρ κρωσσῶν ὕδωρχεροῖν ἔπεμπε νίπτρα, κἀξεθυμίασμύρνης ἱδρῶτα, χρυσέων τʼ ἐκπωμάτωνἦρχʼ, αὐτὸς αὑτῷ τόνδε προστάξας πόνον.ἐπεὶ δʼ ἐς αὐλοὺς ἧκον ἐς κρατῆρά τεκοινόν, γέρων ἔλεξʼ· Ἀφαρπάζειν χρεὼνοἰνηρὰ τεύχη σμικρά, μεγάλα δʼ ἐσφέρειν,ὡς θᾶσσον ἔλθωσʼ οἵδʼ ἐς ἡδονὰς φρενῶν.ἦν δὴ φερόντων μόχθος ἀργυρηλάτουςχρυσέας τε φιάλας· ὃ δὲ λαβὼν ἐξαίρετον,ὡς τῷ νέῳ δὴ δεσπότῃ χάριν φέρων,ἔδωκε πλῆρες τεῦχος, εἰς οἶνον βαλὼνὅ φασι δοῦναι φάρμακον δραστήριονδέσποιναν, ὡς παῖς ὁ νέος ἐκλίποι φάος·κοὐδεὶς τάδʼ ᾔδειν. ἐν χεροῖν ἔχοντι δὲσπονδὰς μετʼ ἄλλων παιδὶ τῷ πεφηνότιβλασφημίαν τις οἰκετῶν ἐφθέγξατο·ὁ δʼ, ὡς ἐν ἱερῷ μάντεσίν τʼ ἐσθλοῖς τραφείς,