θηρώμεθʼ· ἀρχαὶ δʼ ἁπιχώριοι χθονὸςζητοῦσιν αὐτήν, ὡς θάνῃ πετρουμένη.οἴμοι, τί λέξεις; οὔτι που λελήμμεθακρυφαῖον ἐς παῖδʼ ἐκπορίζουσαι φόνον;ἔγνως; — μεθέξεις οὐκ ἐν ὑστάτοις κακοῦ.ὤφθη δὲ πῶς τὰ κρυπτὰ μηχανήματα;τὸ μὴ δίκαιον τῆς δίκης ἡσσώμενονἐξηῦρεν ὁ θεός, οὐ μιανθῆναι θέλων.πῶς; ἀντιάζω σʼ ἱκέτις ἐξειπεῖν τάδε.πεπυσμέναι γάρ, εἰ θανεῖν ὅμως χρεών,ἥδιον ἂν θάνοιμεν, εἴθʼ ὁρᾶν φάος.ἐπεὶ θεοῦ μαντεῖον ᾤχετʼ ἐκλιπὼνπόσις Κρεούσης, παῖδα τὸν καινὸν λαβὼνπρὸς δεῖπνα θυσίας θʼ ἃς θεοῖς ὡπλίζετο,Ξοῦθος μὲν ᾤχετʼ ἔνθα πῦρ πηδᾷ θεοῦβακχεῖον, ὡς σφαγαῖσι Διονύσου πέτραςδεύσειε δισσὰς παιδὸς ἀντʼ ὀπτηρίων,λέξας· Σὺ μὲν νῦν, τέκνον, ἀμφήρεις μένωνσκηνὰς ἀνίστη τεκτόνων μοχθήμασι.θύσας δὲ Γενέταις Θεοῖσιν ἢν μακρὸν χρόνονμένω, παροῦσι δαῖτες ἔστωσαν φίλοις.λαβὼν δὲ μόσχους ᾤχεθʼ· ὁ δὲ νεανίαςσεμνῶς ἀτοίχους περιβολὰς σκηνωμάτωνὀρθοστάταις ἱδρύεθʼ, ἡλίου βολὰςκαλῶς φυλάξας, οὔτε πρὸς μέσας φλογὸςἀκτῖνας, οὔτʼ αὖ πρὸς τελευτώσας βίον,πλέθρου σταθμήσας μῆκος εἰς εὐγωνίαν,μέτρημʼ ἔχουσαν τοὐν μέσῳ γε μυρίωνποδῶν ἀριθμόν, ὡς λέγουσιν οἱ σοφοί,ὡς πάντα Δελφῶν λαὸν ἐς θοίνην καλῶν.λαβὼν δʼ ὑφάσμαθʼ ἱερὰ θησαυρῶν πάρακατεσκίαζε, θαύματʼ ἀνθρώποις ὁρᾶν.πρῶτον μὲν ὀρόφῳ πτέρυγα περιβάλλει πέπλων,ἀνάθημα Δίου παιδός, οὓς ἩρακλέηςἈμαζόνων σκυλεύματʼ ἤνεγκεν θεῷ.ἐνῆν δʼ ὑφανταὶ γράμμασιν τοιαίδʼ ὑφαί,Οὐρανὸς ἀθροίζων ἄστρʼ ἐν αἰθέρος κύκλῳ.ἵππους μὲν ἤλαυνʼ ἐς τελευταίαν φλόγαἭλιος, ἐφέλκων λαμπρὸν Ἑσπέρου φάος·μελάμπεπλος δὲ Νὺξ ἀσείρωτον ζυγοῖς