ζῶσά ποτʼ ὄμμασι ἐν φαεν-ναῖς ἀνέχοιτʼ ἂν αὐγαῖςἁ τῶν εὐπατριδᾶν γεγῶσʼ οἴκων.αἰσχύνομαι τὸν πολύυ-μνον θεόν, εἰ παρὰ καλλιχόροισι παγαῖςλαμπάδα θεωρὸν εἰκάδωνὄψεται ἐννύχιος ἄυπνος ὤν, ὅτεκαὶ Διὸς ἀστερωπὸςἀνεχόρευσεν αἰθήρ,χορεύει δὲ σελάνακαὶ πεντήκοντα κόραιΝηρέος, αἱ κατὰ πόντονἀενάων τε ποταμῶνδίνας, χορευόμεναιτὰν χρυσοστέφανον κόρανκαὶ ματέρα σεμνάν·ἵνʼ ἐλπίζει βασιλεύ-σειν ἄλλων πόνον ἐσπεσὼνὁ Φοίβειος ἀλάτας.ὁρᾶθʼ ὅσοι δυσκελάδοι-σιν κατὰ μοῦσαν ἰόντες ἀείδεθʼ ὕμνοιςἁμέτερα λέχεα καὶ γάμουςΚύπριδος ἀθέμιτας ἀνοσίους, ὅσονεὐσεβίᾳ κρατοῦμενἄδικον ἄροτον ἀνδρῶν.παλίμφαμος ἀοιδὰκαὶ μοῦσʼ εἰς ἄνδρας ἴτωδυσκέλαδος ἀμφὶ λέκτρων.δείκνυσι γὰρ ὁ Διὸς ἐκπαίδων ἀμνημοσύναν,οὐ κοινὰν τεκέων τύχανοἴκοισι φυτεύσαςδεσποίνᾳ· πρὸς δʼ Ἀφροδί-ταν ἄλλαν θέμενος χάριννόθου παιδὸς ἔκυρσεν.κλειναὶ γυναῖκες, ποῦ κόρην Ἐρεχθέως,δέσποιναν εὕρω; πανταχῇ γὰρ ἄστεωςζητῶν νιν ἐξέπλησα κοὐκ ἔχω λαβεῖν.τί δʼ ἔστιν, ὦ ξύνδουλε; τίς προθυμίαποδῶν ἔχει σε, καὶ λόγους τίνας φέρεις;