ἐξευμαρίζῃ, πρέσβυ; πρὸς σὲ γὰρ βλέπω.ὡς οὔτε γαίας ὅριʼ ἂν ἐκβαῖμεν λάθρᾳ·φυλακαὶ γὰρ ἡμῶν κρείσσονες κατʼ ἐξόδους·οὔτʼ ἐν φίλοισιν ἐλπίδες σωτηρίαςἔτʼ εἰσὶν ἡμῖν. ἥντινʼ οὖν γνώμην ἔχειςλέγʼ ἐς τὸ κοινόν, μὴ θανεῖν ἕτοιμον ᾖ.ὦ θύγατερ, οὔτοι ῥᾴδιον τὰ τοιάδεφαύλως παραινεῖν, σπουδάσαντʼ ἄνευ πόνου·χρόνον δὲ μηκύνωμεν ὄντες ἀσθενεῖς.λύπης τι προσδεῖς ἢ φιλεῖς οὕτω φάος;καὶ τῷδε χαίρω καὶ φιλῶ τὰς ἐλπίδας.κἀγώ· δοκεῖν δὲ τἀδόκητʼ οὐ χρή, γέρον.ἐν ταῖς ἀναβολαῖς τῶν κακῶν ἔνεστʼ ἄκη.ὁ δʼ ἐν μέσῳ με λυπρὸς ὢν δάκνει χρόνος.ἔτʼ ἂν γένοιτʼ, ὦ θύγατερ, οὔριος δρόμοςἐκ τῶν παρόντων τῶνδʼ ἐμοὶ καὶ σοὶ κακῶν,ἔλθοι τʼ ἔτʼ ἂν παῖς οὑμός, εὐνήτωρ δὲ σός.ἀλλʼ ἡσύχαζε καὶ δακρυρρόους τέκνωνπηγὰς ἀφαίρει καὶ παρευκήλει λόγοις,κλέπτουσα μύθοις ἀθλίους κλοπὰς ὅμως.κάμνουσι γάρ τοι καὶ βροτῶν αἱ συμφοραί,καὶ πνεύματʼ ἀνέμων οὐκ ἀεὶ ῥώμην ἔχει·οἵ τʼ εὐτυχοῦντες διὰ τέλους οὐκ εὐτυχεῖς.ἐξίσταται γὰρ πάντʼ ἀπʼ ἀλλήλων δίχα.οὗτος δʼ ἀνὴρ ἄριστος ὅστις ἐλπίσιπέποιθεν αἰεί· τὸ δʼ ἀπορεῖν ἀνδρὸς κακοῦ.—ὑπώροφα μέλαθρα καὶγεραιὰ δέμνιʼ, ἀμφὶ βάκτροιςἔρεισμα θέμενος, ἐστάληνἰηλέμων γόων ἀοι-δὸς ὥστε πολιὸς ὄρνις,ἔπεα μόνον καὶ δόκη-μα νυκτερωπὸν ἐννύχων ὀνείρων,τρομερὰ μέν, ἀλλʼ ὅμως πρόθυμʼ.ὦ τέκεα, τέκεα πατρὸς ἀπάτορʼ,ὦ γεραιὲ σύ τε τάλαινα μᾶ-τερ, ἃ τὸν Ἀίδα δόμοιςπόσιν ἀναστενάζεις.—μὴ προκάμητε πόδα βαρύ τεκῶλον ὥστε πρὸς πετραῖον