Τίς τὸν Διὸς σύλλεκτρον οὐκ οἶδεν βροτῶν,Ἀργεῖον Ἀμφιτρύωνʼ, ὃν Ἀλκαῖός ποτεἔτιχθʼ ὁ Περσέως, πατέρα τόνδʼ Ἡρακλέους;ὃς τάσδε Θήβας ἔσχον, ἔνθʼ ὁ γηγενὴςσπαρτῶν στάχυς ἔβλαστεν, ὧν γένους Ἄρηςἔσωσʼ ἀριθμὸν ὀλίγον, οἳ Κάδμου πόλιντεκνοῦσι παίδων παισίν. ἔνθεν ἐξέφυΚρέων Μενοικέως παῖς, ἄναξ τῆσδε χθονός.Κρέων δὲ Μεγάρας τῆσδε γίγνεται πατήρ,ἣν πάντες ὑμεναίοισι Καδμεῖοί ποτελωτῷ συνηλάλαξαν, ἡνίκʼ εἰς ἐμοὺςδόμους ὁ κλεινὸς Ἡρακλῆς νιν ἤγετο.λιπὼν δὲ Θήβας, οὗ κατῳκίσθην ἐγώ,Μεγάραν τε τήνδε πενθερούς τε παῖς ἐμὸςἈργεῖα τείχη καὶ Κυκλωπίαν πόλινὠρέξατʼ οἰκεῖν, ἣν ἐγὼ φεύγω κτανὼνἨλεκτρύωνα· συμφορὰς δὲ τὰς ἐμὰςἐξευμαρίζων καὶ πάτραν οἰκεῖν θέλων,καθόδου δίδωσι μισθὸν Εὐρυσθεῖ μέγαν,ἐξημερῶσαι γαῖαν, εἴθʼ Ἥρας ὕποκέντροις δαμασθεὶς εἴτε τοῦ χρεὼν μέτα.καὶ τοὺς μὲν ἄλλους ἐξεμόχθησεν πόνους,τὸ λοίσθιον δὲ Ταινάρου διὰ στόμαβέβηκʼ ἐς Ἅιδου, τὸν τρισώματον κύναἐς φῶς ἀνάξων, ἔνθεν οὐχ ἥκει πάλιν.γέρων δὲ δή τις ἔστι Καδμείων λόγοςὡς ἦν πάρος Δίρκης τις εὐνήτωρ Λύκοςτὴν ἑπτάπυργον τήνδε δεσπόζων πόλιν,τὼ λευκοπώλω πρὶν τυραννῆσαι χθονὸςἈμφίονʼ ἠδὲ Ζῆθον, ἐκγόνω Διός.οὗ ταὐτὸν ὄνομα παῖς πατρὸς κεκλημένος,Καδμεῖος οὐκ ὤν, ἀλλʼ ἀπʼ Εὐβοίας μολών,κτείνει Κρέοντα καὶ κτανὼν ἄρχει χθονός,στάσει νοσοῦσαν τήνδʼ ἐπεσπεσὼν πόλιν.ἡμῖν δὲ κῆδος ἐς Κρέοντʼ ἀνημμένονκακὸν μέγιστον, ὡς ἔοικε, γίγνεται.τοὐμοῦ γὰρ ὄντος παιδὸς ἐν μυχοῖς χθονὸςὁ καινὸς οὗτος τῆσδε γῆς ἄρχων Λύκοςτοὺς Ἡρακλείους παῖδας ἐξελεῖν θέλεικτανὼν δάμαρτά θʼ, ὡς φόνῳ σβέσῃ φόνον,