κἄμʼ — εἴ τι δὴ χρὴ κἄμʼ ἐν ἀνδράσιν λέγεινγέροντʼ ἀχρεῖον — μή ποθʼ οἵδʼ ἠνδρωμένοιμήτρωσιν ἐκπράξωσιν αἵματος δίκην.ἐγὼ δέ — λείπει γάρ με τοῖσδʼ ἐν δώμασιντροφὸν τέκνων οἰκουρόν, ἡνίκα χθονὸςμέλαιναν ὄρφνην εἰσέβαινε, παῖς ἐμός —σὺν μητρί, τέκνα μὴ θάνωσʼ Ἡρακλέους,βωμὸν καθίζω τόνδε σωτῆρος Διός,ὃν καλλινίκου δορὸς ἄγαλμʼ ἱδρύσατοΜινύας κρατήσας οὑμὸς εὐγενὴς τόκος.πάντων δὲ χρεῖοι τάσδʼ ἕδρας φυλάσσομεν,σίτων ποτῶν ἐσθῆτος, ἀστρώτῳ πέδῳπλευρὰς τιθέντες· ἐκ γὰρ ἐσφραγισμένοιδόμων καθήμεθʼ ἀπορίᾳ σωτηρίας.φίλων δὲ τοὺς μὲν οὐ σαφεῖς ὁρῶ φίλους,οἳ δʼ ὄντες ὀρθῶς ἀδύνατοι προσωφελεῖν.τοιοῦτον ἀνθρώποισιν ἡ δυσπραξία·ἧς μήποθʼ ὅστις καὶ μέσως εὔνους ἐμοὶτύχοι, φίλων ἔλεγχον ἀψευδέστατον.ὦ πρέσβυ, Ταφίων ὅς ποτʼ ἐξεῖλες πόλινστρατηλατήσας κλεινὰ Καδμείων δορός,ὡς οὐδὲν ἀνθρώποισι τῶν θείων σαφές.ἐγὼ γὰρ οὔτʼ ἐς πατέρʼ ἀπηλάθην τύχης,ὃς οὕνεκʼ ὄλβου μέγας ἐκομπάσθη ποτέ,ἔχων τυραννίδʼ, ἧς μακραὶ λόγχαι πέριπηδῶσʼ ἔρωτι σώματʼ εἰς εὐδαίμονα,ἔχων δὲ τέκνα· κἄμʼ ἔδωκε παιδὶ σῷἐπίσημον εὐνὴν Ἡρακλεῖ συνοικίσας.καὶ νῦν ἐκεῖνα μὲν θανόντʼ ἀνέπτατο,ἐγὼ δὲ καὶ σὺ μέλλομεν θνῄσκειν, γέρον,οἵ θʼ Ἡράκλειοι παῖδες, οὓς ὑπὸ πτεροῖςσῴζω νεοσσοὺς ὄρνις ὣς ὑφειμένη.οἳ δʼ εἰς ἔλεγχον ἄλλος ἄλλοθεν πίτνων,Ὦ μῆτερ, αὐδᾷ, ποῖ πατὴρ ἄπεστι γῆς;τί δρᾷ, πόθʼ ἥξει; τῷ νέῳ δʼ ἐσφαλμένοιζητοῦσι τὸν τεκόντʼ· ἐγὼ δὲ διαφέρωλόγοισι, μυθεύουσα. θαυμάζων δʼ ὅτανπύλαι ψοφῶσι, πᾶς ἀνίστησιν πόδα,ὡς πρὸς πατρῷον προσπεσούμενοι γόνυ.νῦν οὖν τίνʼ ἐλπίδʼ ἢ πέδον σωτηρίας