λέπας ζυγηφόρον πῶλονἀνέντες ὡς βάρος φέροντροχηλάτοιο πώλου .λαβοῦ χερῶν καὶ πέπλων,ὅτου λέλοιπε ποδὸς ἀμαυρὸν ἴχνος·γέρων γέροντα παρακόμιζʼ,ᾧ ξύνοπλα δόρατα νέα νέῳτὸ πάρος ἐν ἡλίκων πόνοιςξυνῆν ποτʼ, εὐκλεεστάτας—ἴδετε, πατέρος ὡς γορ-γῶπες αἵδε προσφερεῖςὀμμάτων αὐγαί,τὸ δὲ κακοτυχὲς οὐ λέλοιπεν ἐκ τέκνωνοὐδʼ ἀποίχεται χάρις.Ἑλλὰς ὦ ξυμμάχουςοἵους οἵους ὀλέσα-σα τούσδʼ ἀποστερήσῃ.—ἀλλʼ εἰσορῶ γὰρ τῆσδε κοίρανον χθονὸςΛύκον περῶντα τῶνδε δωμάτων πέλας.τὸν Ἡράκλειον πατέρα καὶ ξυνάορον,εἰ χρή μʼ, ἐρωτῶ· χρὴ δʼ, ἐπεί γε δεσπότηςὑμῶν καθέστηχʼ, ἱστορεῖν ἃ βούλομαι.τίνʼ ἐς χρόνον ζητεῖτε μηκῦναι βίον;τίνʼ ἐλπίδʼ ἀλκήν τʼ εἰσορᾶτε μὴ θανεῖν;ἢ τὸν παρʼ Ἅιδῃ πατέρα τῶνδε κείμενονπιστεύεθʼ ἥξειν; ὡς ὑπὲρ τὴν ἀξίαντὸ πένθος αἴρεσθʼ, εἰ θανεῖν ὑμᾶς χρεών,σὺ μὲν καθʼ Ἑλλάδʼ ἐκβαλὼν κόμπους κενούς,ὡς σύγγαμός σοι Ζεὺς τέκνου τε κοινεών,σὺ δʼ ὡς ἀρίστου φωτὸς ἐκλήθης δάμαρ.τί δὴ τὸ σεμνὸν σῷ κατείργασται πόσει,ὕδραν ἕλειον εἰ διώλεσε κτανὼνἢ τὸν Νέμειον θῆρα; ὃν ἐν βρόχοις ἑλὼνβραχίονός φησʼ ἀγχόναισιν ἐξελεῖν.τοῖσδʼ ἐξαγωνίζεσθε; τῶνδʼ ἄρʼ οὕνεκατοὺς Ἡρακλείους παῖδας οὐ θνῄσκειν χρεών;ὃς ἔσχε δόξαν οὐδὲν ὢν εὐψυχίαςθηρῶν ἐν αἰχμῇ, τἄλλα δʼ οὐδὲν ἄλκιμος,ὃς οὔποτʼ ἀσπίδʼ ἔσχε πρὸς λαιᾷ χερὶοὐδʼ ἦλθε λόγχης ἐγγύς, ἀλλὰ τόξʼ ἔχων,