ἐγὼ φιλῶ μὲν τέκνα· πῶς γὰρ οὐ φιλῶἅτικτον, ἁμόχθησα; καὶ τὸ κατθανεῖνδεινὸν νομίζω· τῷ δʼ ἀναγκαίῳ τρόπῳὃς ἀντιτείνει σκαιὸν ἡγοῦμαι βροτόν.ἡμᾶς δʼ, ἐπειδὴ δεῖ θανεῖν, θνῄσκειν χρεὼνμὴ πυρὶ καταξανθέντας, ἐχθροῖσιν γέλωνδιδόντας, οὑμοὶ τοῦ θανεῖν μεῖζον κακόν.ὀφείλομεν γὰρ πολλὰ δώμασιν καλά·σὲ μὲν δόκησις ἔλαβεν εὐκλεὴς δορός,ὥστʼ οὐκ ἀνεκτὸν δειλίας θανεῖν σʼ ὕπο·οὑμὸς δʼ ἀμαρτύρητος εὐκλεὴς πόσις,ὡς τούσδε παῖδας οὐκ ἂν ἐκσῶσαι θέλοιδόξαν κακὴν λαβόντας· οἱ γὰρ εὐγενεῖςκάμνουσι τοῖς αἰσχροῖσι τῶν τέκνων ὕπερ,ἐμοί τε μίμημʼ ἀνδρὸς οὐκ ἀπωστέον.σκέψαι δὲ τὴν σὴν ἐλπίδʼ ᾗ λογίζομαι·ἥξειν νομίζεις παῖδα σὸν γαίας ὕπο;καὶ τίς θανόντων ἦλθεν ἐξ Ἅιδου πάλιν;ἀλλʼ ὡς λόγοισι τόνδε μαλθάξαιμεν ἄν;ἥκιστα· φεύγειν σκαιὸν ἄνδρʼ ἐχθρὸν χρεών,σοφοῖσι δʼ εἴκειν καὶ τεθραμμένοις καλῶς·ῥᾷον γὰρ αἰδοῦς ὑπολαβὼν φίλʼ ἂν τέμοις.ἤδη δʼ ἐσῆλθέ μʼ εἰ παραιτησαίμεθαφυγὰς τέκνων τῶνδʼ· ἀλλὰ καὶ τόδʼ ἄθλιον,πενίᾳ σὺν οἰκτρᾷ περιβαλεῖν σωτηρίαν·ὡς τὰ ξένων πρόσωπα φεύγουσιν φίλοιςἓν ἦμαρ ἡδὺ βλέμμʼ ἔχειν φασὶν μόνον.τόλμα μεθʼ ἡμῶν θάνατον, ὃς μένει σʼ ὅμως.προκαλούμεθʼ εὐγένειαν, ὦ γέρον, σέθεν·τὰς τῶν θεῶν γὰρ ὅστις ἐκμοχθεῖ τύχας,πρόθυμός ἐστιν, ἡ προθυμία δʼ ἄφρων·ὃ χρὴ γὰρ οὐδεὶς μὴ χρεὼν θήσει ποτέ.εἰ μὲν σθενόντων τῶν ἐμῶν βραχιόνωνἦν τίς σʼ ὑβρίζων, ῥᾳδίως ἐπαύσατʼ ἄν·νῦν δʼ οὐδέν ἐσμεν. σὸν δὲ τοὐντεῦθεν σκοπεῖνὅπως διώσῃ τὰς τύχας, Ἀμφιτρύων.οὔτοι τὸ δειλὸν οὐδὲ τοῦ βίου πόθοςθανεῖν ἐρύκει μʼ, ἀλλὰ παιδὶ βούλομαισῷσαι τέκνʼ· ἄλλως δʼ ἀδυνάτων ἔοικʼ ἐρᾶν.ἰδοὺ πάρεστιν ἥδε φασγάνῳ δέρη