κεντεῖν φονεύειν, ἱέναι πέτρας ἄπο.μίαν δὲ νῷν δὸς χάριν, ἄναξ, ἱκνούμεθα·κτεῖνόν με καὶ τήνδʼ ἀθλίαν παίδων πάρος,ὡς μὴ τέκνʼ εἰσίδωμεν, ἀνόσιον θέαν,ψυχορραγοῦντα καὶ καλοῦντα μητέραπατρός τε πατέρα. τἄλλα δʼ, εἰ πρόθυμος εἶ,πρᾶσσʼ· οὐ γὰρ ἀλκὴν ἔχομεν ὥστε μὴ θανεῖν.κἀγώ σʼ ἱκνοῦμαι χάριτι προσθεῖναι χάριν,ἡμῖν ἵνʼ ἀμφοῖν εἷς ὑπουργήσῃς διπλᾶ·κόσμον πάρες μοι παισὶ προσθεῖναι νεκρῶν,δόμους ἀνοίξας — νῦν γὰρ ἐκκεκλῄμεθα —ὡς ἀλλὰ ταῦτά γʼ ἀπολάχωσʼ οἴκων πατρός.ἔσται τάδʼ· οἴγειν κλῇθρα προσπόλοις λέγω.κοσμεῖσθʼ ἔσω μολόντες· οὐ φθονῶ πέπλων.ὅταν δὲ κόσμον περιβάλησθε σώμασιν,ἥξω πρὸς ὑμᾶς νερτέρᾳ δώσων χθονί.ὦ τέκνʼ, ὁμαρτεῖτʼ ἀθλίῳ μητρὸς ποδὶπατρῷον ἐς μέλαθρον, οὗ τῆς οὐσίαςἄλλοι κρατοῦσι, τὸ δʼ ὄνομʼ ἔσθʼ ἡμῶν ἔτι.ὦ Ζεῦ, μάτην ἄρʼ ὁμόγαμόν σʼ ἐκτησάμην,μάτην δὲ παιδὸς κοινεῶνʼ ἐκλῄζομεν·σὺ δʼ ἦσθʼ ἄρʼ ἥσσων ἢ ʼδόκεις εἶναι φίλος.ἀρετῇ σε νικῶ θνητὸς ὢν θεὸν μέγαν·παῖδας γὰρ οὐ προύδωκα τοὺς Ἡρακλέους.σὺ δʼ ἐς μὲν εὐνὰς κρύφιος ἠπίστω μολεῖν,τἀλλότρια λέκτρα δόντος οὐδενὸς λαβών,σῴζειν δὲ τοὺς σοὺς οὐκ ἐπίστασαι φίλους.ἀμαθής τις εἶ θεός, ἢ δίκαιος οὐκ ἔφυς.—αἲ Λίνον μὲν ἐπʼ εὐτυχεῖμολπᾷ Φοῖβος ἰαχεῖτὸν κάλλει φθιτόν, κιθάρανἐλαύνων πλήκτρῳ χρυσέῳ·ἐγὼ δὲ τὸν γᾶς ἐνέρων τʼἐς ὄρφναν μολόντα, παῖδʼεἴτε Διός νιν εἴπω,εἴτʼ Ἀμφιτρύωνος ἶνιν,ὑμνῆσαι στεφάνωμα μό-χθων διʼ εὐλογίας θέλω.γενναίων δʼ ἀρεταὶ πόνωντοῖς θανοῦσιν ἄγαλμα.