ἄγʼ, οἳ μὲν Ἑλικῶνʼ, οἳ δὲ Παρνασοῦ πτυχὰςτέμνειν ἄνωχθʼ ἐλθόντες ὑλουργοὺς δρυὸςκορμούς· ἐπειδὰν δʼ ἐσκομισθῶσιν πόλει,βωμὸν πέριξ νήσαντες ἀμφήρη ξύλαἐμπίμπρατʼ αὐτῶν καὶ πυροῦτε σώματαπάντων, ἵνʼ εἰδῶσʼ οὕνεκʼ οὐχ ὁ κατθανὼνκρατεῖ χθονὸς τῆσδʼ, ἀλλʼ ἐγὼ τὰ νῦν τάδε.ὑμεῖς δέ, πρέσβεις, ταῖς ἐμαῖς ἐναντίοιγνώμαισιν ὄντες, οὐ μόνον στενάξετετοὺς Ἡρακλείους παῖδας, ἀλλὰ καὶ δόμουτύχας, ὅταν πάσχῃ τι, μεμνήσεσθε δὲδοῦλοι γεγῶτες τῆς ἐμῆς τυραννίδος.— ὦ γῆς λοχεύμαθʼ, οὓς Ἄρης σπείρει ποτὲλάβρον δράκοντος ἐξερημώσας γένυν,οὐ σκῆπτρα, χειρὸς δεξιᾶς ἐρείσματα,ἀρεῖτε καὶ τοῦδʼ ἀνδρὸς ἀνόσιον κάρακαθαιματώσεθʼ, ὅστις οὐ Καδμεῖος ὢνἄρχει κάκιστος τῶν νέων ἔπηλυς ὤν;ἀλλʼ οὐκ ἐμοῦ γε δεσπόσεις χαίρων ποτέ.— οὐδʼ ἁπόνησα πόλλʼ ἐγὼ καμὼν χερὶἕξεις. ἀπέρρων δʼ ἔνθεν ἦλθες ἐνθάδε,ὕβριζʼ. ἐμοῦ γὰρ ζῶντος οὐ κτενεῖς ποτετοὺς Ἡρακλείους παῖδας. οὐ τοσόνδε γῆςἔνερθʼ ἐκεῖνος κρύπτεται λιπὼν τέκνα.— ἐπεὶ σὺ μὲν γῆν τήνδε διολέσας ἔχεις,ὃ δʼ ὠφελήσας ἀξίων οὐ τυγχάνει.— κἄπειτα πράσσω πόλλʼ ἐγώ, φίλους ἐμοὺςθανόντας εὖ δρῶν, οὗ φίλων μάλιστα δεῖ;— ὦ δεξιὰ χείρ, ὡς ποθεῖς λαβεῖν δόρυ,ἐν δʼ ἀσθενείᾳ τὸν πόθον διώλεσας.ἐπεί σʼ ἔπαυσʼ ἂν δοῦλον ἐννέποντά μεκαὶ τάσδε Θήβας εὐκλεῶς ᾠκήσαμεν.ἐν αἷς σὺ χαίρεις· οὐ γὰρ εὖ φρονεῖ πόλιςστάσει νοσοῦσα καὶ κακοῖς βουλεύμασιν.οὐ γάρ ποτʼ ἂν σὲ δεσπότην ἐκτήσατο.γέροντες, αἰνῶ· τῶν φίλων γὰρ οὕνεκαὀργὰς δικαίας τοὺς φίλους ἔχειν χρεών·ἡμῶν δʼ ἕκατι δεσπόταις θυμούμενοιπάθητε μηδέν. τῆς δʼ ἐμῆς, Ἀμφιτρύων,γνώμης ἄκουσον, ἤν τί σοι δοκῶ λέγειν.