ἐν εὐφυλάκτῳ δʼ ἐστί· τοῦτο δʼ ἐν μάχῃσοφὸν μάλιστα, δρῶντα πολεμίους κακῶςσῴζειν τὸ σῶμα, μὴ ʼκ τύχης ὡρμισμένον.λόγοι μὲν οἵδε τοῖσι σοῖς ἐναντίανγνώμην ἔχουσι τῶν καθεστώτων πέρι.παῖδας δὲ δὴ τί τούσδʼ ἀποκτεῖναι θέλεις;τί σʼ οἵδʼ ἔδρασαν; ἕν τί σʼ ἡγοῦμαι σοφόν,εἰ τῶν ἀρίστων τἄκγονʼ αὐτὸς ὢν κακὸςδέδοικας. ἀλλὰ τοῦθʼ ὅμως ἡμῖν βαρύ,εἰ δειλίας σῆς κατθανούμεθʼ εἵνεκα,ὃ χρῆν σʼ ὑφʼ ἡμῶν τῶν ἀμεινόνων παθεῖν,εἰ Ζεὺς δικαίας εἶχεν εἰς ἡμᾶς φρένας.εἰ δʼ οὖν ἔχειν γῆς σκῆπτρα τῆσδʼ αὐτὸς θέλεις,ἔασον ἡμᾶς φυγάδας ἐξελθεῖν χθονός·βίᾳ δὲ δράσῃς μηδέν, ἢ πείσῃ βίαν,ὅταν θεοῦ σοι πνεῦμα μεταβαλὸν τύχῃ.φεῦ·ὦ γαῖα Κάδμου· καὶ γὰρ ἐς σὲ ἀφίξομαιλόγους ὀνειδιστῆρας ἐνδατούμενος·τοιαῦτʼ ἀμύνεθʼ Ἡρακλεῖ τέκνοισί τε;ὃς εἷς Μινύαισι πᾶσι διὰ μάχης μολὼνΘήβαις ἔθηκεν ὄμμʼ ἐλεύθερον βλέπειν.οὐδʼ Ἑλλάδʼ ᾔνεσʼ — οὐδʼ ἀνέξομαί ποτεσιγῶν — κακίστην λαμβάνων ἐς παῖδʼ ἐμόν,ἣν χρῆν νεοσσοῖς τοῖσδε πῦρ λόγχας ὅπλαφέρουσαν ἐλθεῖν, ποντίων καθαρμάτωνχέρσου τʼ ἀμοιβάς — ὧν ἐμόχθησας χάριν.τὰ δʼ, ὦ τέκνʼ, ὑμῖν οὔτε Θηβαίων πόλιςοὔθʼ Ἑλλὰς ἀρκεῖ· πρὸς δʼ ἔμʼ ἀσθενῆ φίλονδεδόρκατʼ, οὐδὲν ὄντα πλὴν γλώσσης ψόφον.ῥώμη γὰρ ἐκλέλοιπεν ἣν πρὶν εἴχομεν,γήρᾳ δὲ τρομερὰ γυῖα κἀμαυρὸν σθένος.εἰ δʼ ἦ νέος τε κἄτι σώματος κρατῶν,λαβὼν ἂν ἔγχος τοῦδε τοὺς ξανθοὺς πλόκουςκαθῃμάτωσʼ ἄν, ὥστʼ Ἀτλαντικῶν πέρανφεύγειν ὅρων ἂν δειλίᾳ τοὐμὸν δόρυ.ἆρʼ οὐκ ἀφορμὰς τοῖς λόγοισιν ἁγαθοὶθνητῶν ἔχουσι, κἂν βραδύς τις ᾖ λέγειν;σὺ μὲν λέγʼ ἡμᾶς οἷς πεπύργωσαι λόγοις,ἐγὼ δὲ δράσω σʼ ἀντὶ τῶν λόγων κακῶς.