κάκιστον ὅπλον, τῇ φυγῇ πρόχειρος ἦν.ἀνδρὸς δʼ ἔλεγχος οὐχὶ τόξʼ εὐψυχίας,ἀλλʼ ὃς μένων βλέπει τε κἀντιδέρκεταιδορὸς ταχεῖαν ἄλοκα τάξιν ἐμβεβώς.ἔχει δὲ τοὐμὸν οὐκ ἀναίδειαν, γέρον,ἀλλʼ εὐλάβειαν· οἶδα γὰρ κατακτανὼνΚρέοντα πατέρα τῆσδε καὶ θρόνους ἔχων.οὔκουν τραφέντων τῶνδε τιμωροὺς ἐμοὺςχρῄζω λιπέσθαι τῶν δεδραμένων δίκην.τῷ τοῦ Διὸς μὲν Ζεὺς ἀμυνέτω μέρειπαιδός· τὸ δʼ εἰς ἔμʼ, Ἡράκλεις, ἐμοὶ μέλειλόγοισι τὴν τοῦδʼ ἀμαθίαν ὑπὲρ σέθενδεῖξαι· κακῶς γάρ σʼ οὐκ ἐατέον κλύειν.πρῶτον μὲν οὖν τἄρρητʼ — ἐν ἀρρήτοισι γὰρτὴν σὴν νομίζω δειλίαν, Ἡράκλεες —σὺν μάρτυσιν θεοῖς δεῖ μʼ ἀπαλλάξαι σέθεν.Διὸς κεραυνόν τʼ ἠρόμην τέθριππά τε,ἐν οἷς βεβηκὼς τοῖσι γῆς βλαστήμασινΓίγασι πλευροῖς πτήνʼ ἐναρμόσας βέλητὸν καλλίνικον μετὰ θεῶν ἐκώμασεν·τετρασκελές θʼ ὕβρισμα, Κενταύρων γένος,Φολόην ἐπελθών, ὦ κάκιστε βασιλέων,ἐροῦ τίνʼ ἄνδρʼ ἄριστον ἐγκρίνειαν ἄν,ἢ οὐ παῖδα τὸν ἐμόν, ὃν σὺ φῂς εἶναι δοκεῖν.Δίρφυν τʼ ἐρωτῶν ἥ σʼ ἔθρεψʼ Ἀβαντίδαοὐκ ἄν σʼ ἐπαινέσειεν· οὐ γὰρ ἔσθʼ ὅπουἐσθλόν τι δράσας μάρτυρʼ ἂν λάβοις πάτραν.τὸ πάνσοφον δʼ εὕρημα, τοξήρη σαγήν,μέμφῃ· κλύων νῦν τἀπʼ ἐμοῦ σοφὸς γενοῦ.ἀνὴρ ὁπλίτης δοῦλός ἐστι τῶν ὅπλωνκαὶ τοῖσι συνταχθεῖσιν οὖσι μὴ ἀγαθοῖςαὐτὸς τέθνηκε δειλίᾳ τῇ τῶν πέλας,θραύσας τε λόγχην οὐκ ἔχει τῷ σώματιθάνατον ἀμῦναι, μίαν ἔχων ἀλκὴν μόνον·ὅσοι δὲ τόξοις χεῖρʼ ἔχουσιν εὔστοχον,ἓν μὲν τὸ λῷστον, μυρίους οἰστοὺς ἀφεὶςἄλλοις τὸ σῶμα ῥύεται μὴ κατθανεῖν,ἑκὰς δʼ ἀφεστὼς πολεμίους ἀμύνεταιτυφλοῖς ὁρῶντας οὐτάσας τοξεύμασιντὸ σῶμά τʼ οὐ δίδωσι τοῖς ἐναντίοις,