ἐδίφρευε τόθʼ ἅλιοςσελάνα τε κατʼ αἰθέρα,λαμπάδʼ ἵνʼ ὠκυθόαι νύμφαι,ἱππεύουσι διʼ ὀρφναίας,ἁνίκα γάμων γάμωντῶν ἐμῶν πόλις Ἄργουςἀοιδάς, εὐδαιμονίας,ἐπύργωσε καὶ γαμέταχαλκεοτευχοῦς, αἰαῖ, Καπανέως.πρός σʼ ἔβαν δρομὰς ἐξ ἐμῶνοἴκων ἐκβακχευσαμένα,πυρᾶς φῶς τάφον τεβατεύσουσα τὸν αὐτόν,ἐς Ἅιδαν καταλύσουσʼ ἔμμοχθονβίοτον αἰῶνός τε πόνους·ἥδιστος γάρ τοι θάνατοςσυνθνῄσκειν θνῄσκουσι φίλοις,εἰ δαίμων τάδε κραίνοι.καὶ μὴν ὁρᾷς τήνδʼ ἧς ἐφέστηκας πέλαςπυράν, Διὸς θησαυρόν, ἔνθʼ ἔνεστι σὸςπόσις δαμασθεὶς λαμπάσιν κεραυνίοις.ὁρῶ δὴ τελευτάν,ἵνʼ ἕστακα· τύχα δέ μοιξυνάπτοι ποδός· ἀλλὰ τᾶςεὐκλεΐας χάριν ἔνθεν ὁρ-μάσω τᾶσδʼ ἀπὸ πέτρας πη-δήσασα πυρὸς ἔσω,σῶμά τʼ αἴθοπι φλογμῷπόσει συμμείξασα, φίλονχρῶτα χρωτὶ πέλας θεμένα,Φερσεφονείας ἥξω θαλάμους,σὲ τὸν θανόντʼ οὔποτʼ ἐμᾷπροδοῦσα ψυχᾷ κατὰ γᾶς.ἴτω φῶς γάμοι τε·ἴθʼ αἵτινες εὐναὶδικαίων ὑμεναίων ἐν Ἄργειφανῶσιν τέκνοις· ὅσιος δʼὅσιος εὐναῖος γαμέταςσυντηχθεὶς αὔραις ἀδόλοιςγενναίας ψυχᾶς ἀλόχοιο.