καὶ μὴν ὅδʼ αὐτὸς σὸς πατὴρ βαίνει πέλαςγεραιὸς Ἶφις ἐς νεωτέρους λόγους,οὓς οὐ κατειδὼς πρόσθεν ἀλγήσει κλύων.ὦ δυστάλαιναι, δυστάλας δʼ ἐγὼ γέρων,ἥκω διπλοῦν πένθημʼ ὁμαιμόνων ἔχων,τὸν μὲν θανόντα παῖδα Καδμείων δορὶἘτέοκλον ἐς γῆν πατρίδα ναυσθλώσων νεκρόν,ζητῶν τʼ ἐμὴν παῖδʼ, ἣ δόμων ἐξώπιοςβέβηκε πηδήσασα Καπανέως δάμαρ,θανεῖν ἐρῶσα σὺν πόσει. χρόνον μὲν οὖντὸν πρόσθʼ ἐφρουρεῖτʼ ἐν δόμοις· ἐπεὶ δʼ ἐγὼφυλακὰς ἀνῆκα τοῖς παρεστῶσιν κακοῖς,βέβηκεν. ἀλλὰ τῇδέ νιν δοξάζομενμάλιστʼ ἂν εἶναι· φράζετʼ εἰ κατείδετε.τί τάσδʼ ἐρωτᾷς; ἥδʼ ἐγὼ πέτρας ἔπιὄρνις τις ὡσεὶ Καπανέως ὑπὲρ πυρᾶςδύστηνον αἰώρημα κουφίζω, πάτερ.τέκνον, τίς αὔρα; τίς στόλος; τίνος χάρινδόμων ὑπεκβᾶσʼ ἦλθες ἐς τήνδε χθόνα;ὀργὴν λάβοις ἂν τῶν ἐμῶν βουλευμάτωνκλύων· ἀκοῦσαι δʼ οὔ σε βούλομαι, πάτερ.τί δʼ; οὐ δίκαιον πατέρα τὸν σὸν εἰδέναι;κριτὴς ἂν εἴης οὐ σοφὸς γνώμης ἐμῆς.σκευῇ δὲ τῇδε τοῦ χάριν κοσμεῖς δέμας;θέλει τι κλεινὸν οὗτος ὁ στολμός, πάτερ.ὡς οὐκ ἐπʼ ἀνδρὶ πένθιμος πρέπεις ὁρᾶν.ἐς γάρ τι πρᾶγμα νεοχμὸν ἐσκευάσμεθα.κἄπειτα τύμβῳ καὶ πυρᾷ φαίνῃ πέλας;ἐνταῦθα γὰρ δὴ καλλίνικος ἔρχομαι.νικῶσα νίκην τίνα; μαθεῖν χρῄζω σέθεν.πάσας γυναῖκας ἃς δέδορκεν ἥλιος.ἔργοις Ἀθάνας ἢ φρενῶν εὐβουλίᾳ;ἀρετῇ· πόσει γὰρ συνθανοῦσα κείσομαι.τί φῄς; τί τοῦτʼ αἴνιγμα σημαίνεις σαθρόν;ᾄσσω θανόντος Καπανέως τήνδʼ ἐς πυράν.ὦ θύγατερ, οὐ μὴ μῦθον ἐς πολλοὺς ἐρεῖς.τοῦτʼ αὐτὸ χρῄζω, πάντας Ἀργείους μαθεῖν.ἀλλʼ οὐδέ τοί σοι πείσομαι δρώσῃ τάδε.ὅμοιον· οὐ γὰρ μὴ κίχῃς μʼ ἑλὼν χερί.καὶ δὴ παρεῖται σῶμα — σοὶ μὲν οὐ φίλον,