ἄστη φυλάσσεθʼ ἥσυχοι μεθʼ ἡσύχων.σμικρὸν τὸ χρῆμα τοῦ βίου· τοῦτον δὲ χρὴὡς ῥᾷστα καὶ μὴ σὺν πόνοις διεκπερᾶν.— οὐκέτʼ εὔτεκνος, οὐκέτʼ εὔ-παις, οὐδʼ εὐτυχίας μέτε-στίν μοι κουροτόκοις ἐν Ἀργείαις·οὐδʼ Ἄρτεμις λοχίαπροσφθέγξαιτʼ ἂν τὰς ἀτέκνους.δυσαίων δʼ ὁ βίος,πλαγκτὰ δʼ ὡσεί τις νεφέλαπνευμάτων ὑπὸ δυσχίμων ἀίσσω.— ἑπτὰ ματέρες ἑπτὰ κού-ρους ἐγεινάμεθʼ αἱ ταλαί-πωροι κλεινοτάτους ἐν Ἀργείοις·καὶ νῦν ἄπαις ἄτεκνοςγηράσκω δυστανοτάτως,οὔτʼ ἐν φθιμένοιςοὔτʼ ἐν ζωοῖσιν ἀριθμουμένη,χωρὶς δή τινα τῶνδʼ ἔχουσα μοῖραν.— ὑπολελειμμένα μοι δάκρυα·μέλεα παιδὸς ἐν οἴκοιςκεῖται μνήματα, πένθιμοικουραὶ καὶ στέφανοι κόμας,λοιβαί τε νεκύων φθιμένων,ἀοιδαί θʼ ἃς χρυσοκόμαςἈπόλλων οὐκ ἐνδέχεται·γόοισι δʼ ὀρθρευομέναδάκρυσι νοτερὸν ἀεὶ πέπλωνπρὸς στέρνῳ πτύχα τέγξω.— καὶ μὴν θαλάμας τάσδʼ ἐσορῶ δὴΚαπανέως ἤδη τύμβον θʼ ἱερὸνμελάθρων τʼ ἐκτὸςΘησέως ἀναθήματα νεκροῖς,κλεινήν τʼ ἄλοχον τοῦ καπφθιμένουτοῦδε κεραυνῷ πέλας Εὐάδνην,ἣν Ἶφις ἄναξ παῖδα φυτεύει.τί ποτʼ αἰθερίαν ἕστηκε πέτραν,ἣ τῶνδε δόμων ὑπερακρίζει,τήνδʼ ἐμβαίνουσα κέλευθον;τί φέγγος, τίνʼ αἴγλαν