Δήμητερ ἑστιοῦχʼ Ἐλευσῖνος χθονὸςτῆσδʼ, οἵ τε ναοὺς ἔχετε πρόσπολοι θεᾶς,εὐδαιμονεῖν με Θησέα τε παῖδʼ ἐμὸνπόλιν τʼ Ἀθηνῶν τήν τε Πιτθέως χθόνα,ἐν ᾗ με θρέψας ὀλβίοις ἐν δώμασινΑἴθραν πατὴρ δίδωσι τῷ ΠανδίονοςΑἰγεῖ δάμαρτα, Λοξίου μαντεύμασιν.ἐς τάσδε γὰρ βλέψασʼ ἐπηυξάμην τάδεγραῦς, αἳ λιποῦσαι δώματʼ Ἀργείας χθονὸςἱκτῆρι θαλλῷ προσπίτνουσʼ ἐμὸν γόνυ,πάθος παθοῦσαι δεινόν· ἀμφὶ γὰρ πύλαςΚάδμου θανόντων ἑπτὰ γενναίων τέκνωνἄπαιδές εἰσιν, οὕς ποτʼ Ἀργείων ἄναξἌδραστος ἤγαγʼ, Οἰδίπου παγκληρίαςμέρος κατασχεῖν φυγάδι Πολυνείκει θέλωνγαμβρῷ. νεκροὺς δὲ τοὺς ὀλωλότας δορὶθάψαι θελουσῶν τῶνδε μητέρων χθονὶεἴργουσιν οἱ κρατοῦντες οὐδʼ ἀναίρεσινδοῦναι θέλουσι, νόμιμʼ ἀτίζοντες θεῶν.κοινὸν δὲ φόρτον ταῖσδʼ ἔχων χρείας ἐμῆςἌδραστος ὄμμα δάκρυσιν τέγγων ὅδεκεῖται, τό τʼ ἔγχος τήν τε δυστυχεστάτηνστένων στρατείαν ἣν ἔπεμψεν ἐκ δόμων·ὅς μʼ ἐξοτρύνει παῖδʼ ἐμὸν πεῖσαι λιταῖςνεκρῶν κομιστὴν ἢ λόγοισιν ἢ δορὸςῥώμῃ γενέσθαι καὶ τάφου μεταίτιον,μόνον τόδʼ ἔργον προστιθεὶς ἐμῷ τέκνῳπόλει τʼ Ἀθηνῶν. τυγχάνω δʼ ὑπὲρ χθονὸςἀρότου προθύουσʼ, ἐκ δόμων ἐλθοῦσʼ ἐμῶνπρὸς τόνδε σηκόν, ἔνθα πρῶτα φαίνεταιφρίξας ὑπὲρ γῆς τῆσδε κάρπιμος στάχυς.δεσμὸν δʼ ἄδεσμον τόνδʼ ἔχουσα φυλλάδοςμένω πρὸς ἁγναῖς ἐσχάραις δυοῖν θεαῖνΚόρης τε καὶ Δήμητρος, οἰκτίρουσα μὲνπολιὰς ἄπαιδας τάσδε μητέρας τέκνων,σέβουσα δʼ ἱερὰ στέμματʼ. οἴχεται δέ μοικῆρυξ πρὸς ἄστυ δεῦρο Θησέα καλῶν,ὡς ἢ τὸ τούτων λυπρὸν ἐξέλῃ χθονός,ἢ τάσδʼ ἀνάγκας ἱκεσίους λύσῃ, θεοὺςὅσιόν τι δράσας· πάντα γὰρ διʼ ἀρσένων