αἰσχύνεται δὲ τἀγάθʼ ἀσκήσας ἀνὴρκακὸς γενέσθαι πᾶς τις. ἡ δʼ εὐανδρίαδιδακτός, εἴπερ καὶ βρέφος διδάσκεταιλέγειν ἀκούειν θʼ ὧν μάθησιν οὐκ ἔχει.ἃ δʼ ἂν μάθῃ τις, ταῦτα σῴζεσθαι φιλεῖπρὸς γῆρας. οὕτω παῖδας εὖ παιδεύετε.ἰὼ τέκνον, δυστυχῆ σʼἔτρεφον, ἔφερον ὑφʼ ἥπατοςπόνους ἐνεγκοῦσʼ ἐν ὠδῖσι· καὶνῦν Ἅιδας τὸν ἐμὸνἔχει μόχθον ἀθλίας,ἐγὼ δὲ γηροβοσκὸν οὐκ ἔχω, τεκοῦσʼἁ τάλαινα παῖδα.καὶ μὴν τὸν Οἰκλέους γε γενναῖον τόκονθεοὶ ζῶντʼ ἀναρπάσαντες ἐς μυχοὺς χθονὸςαὐτοῖς τεθρίπποις εὐλογοῦσιν ἐμφανῶς·τὸν Οἰδίπου τε παῖδα, Πολυνείκην λέγω,ἡμεῖς ἐπαινέσαντες οὐ ψευδοίμεθʼ ἄν.ξένος γὰρ ἦν μοι πρὶν λιπὼν Κάδμου πόλινφυγῇ πρὸς Ἄργος διαβαλεῖν αὐθαίρετος.ἀλλʼ οἶσθʼ ὃ δρᾶσαι βούλομαι τούτων πέρι;οὐκ οἶδα πλὴν ἕν, σοῖσι πείθεσθαι λόγοις.τὸν μὲν Διὸς πληγέντα Καπανέα πυρὶἦ χωρὶς ἱερὸν ὡς νεκρὸν θάψαι θέλεις;ναί· τοὺς δέ γʼ ἄλλους πάντας ἐν μιᾷ πυρᾷ.ποῦ δῆτα θήσεις μνῆμα τῷδε χωρίσας;αὐτοῦ παρʼ οἴκους τούσδε συμπήξας τάφον.οὗτος μὲν ἤδη δμωσὶν ἂν μέλοι πόνος.ἡμῖν δέ γʼ οἵδε· στειχέτω δʼ ἄχθη νεκρῶν.ἴτʼ, ὦ τάλαιναι μητέρες, τέκνων πέλας.ἥκιστʼ, Ἄδραστε, τοῦτο πρόσφορον λέγεις.πῶς; τὰς τεκούσας οὐ χρεὼν ψαῦσαι τέκνων;ὄλοιντʼ ἰδοῦσαι τούσδʼ ἂν ἠλλοιωμένους.πικρὰ γὰρ ὄψις αἷμα κὠτειλαὶ νεκρῶν.τί δῆτα λύπην ταῖσδε προσθεῖναι θέλεις;νικᾷς. μένειν χρὴ τλημόνως· λέγει γὰρ εὖΘησεύς· ὅταν δὲ τούσδε προσθῶμεν πυρί,ὀστᾶ προσάξεσθε. ὦ ταλαίπωροι βροτῶν,τί κτᾶσθε λόγχας καὶ κατʼ ἀλλήλων φόνουςτίθεσθε; παύσασθʼ, ἀλλὰ λήξαντες πόνων