Ἐτέοκλον, ἄλλην χρηστότητʼ ἠσκηκότα·νεανίας ἦν τῷ βίῳ μὲν ἐνδεής,πλείστας δὲ τιμὰς ἔσχʼ ἐν Ἀργείᾳ χθονί.φίλων δὲ χρυσὸν πολλάκις δωρουμένωνοὐκ εἰσεδέξατʼ οἶκον ὥστε τοὺς τρόπουςδούλους παρασχεῖν χρημάτων ζευχθεὶς ὕπο.τοὺς δʼ ἐξαμαρτάνοντας, οὐχὶ τὴν πόλινἤχθαιρʼ· ἐπεί τοι κοὐδὲν αἰτία πόλιςκακῶς κλύουσα διὰ κυβερνήτην κακόν.ὁ δʼ αὖ τρίτος τῶνδʼ Ἱππομέδων τοιόσδʼ ἔφυ·παῖς ὢν ἐτόλμησʼ εὐθὺς οὐ πρὸς ἡδονὰςΜουσῶν τραπέσθαι πρὸς τὸ μαλθακὸν βίου,ἀγροὺς δὲ ναίων, σκληρὰ τῇ φύσει διδοὺςἔχαιρε πρὸς τἀνδρεῖον, ἔς τʼ ἄγρας ἰὼνἵπποις τε χαίρων τόξα τʼ ἐντείνων χεροῖν,πόλει παρασχεῖν σῶμα χρήσιμον θέλων.ὁ τῆς κυναγοῦ δʼ ἄλλος Ἀταλάντης γόνοςπαῖς Παρθενοπαῖος, εἶδος ἐξοχώτατος,Ἀρκὰς μὲν ἦν, ἐλθὼν δʼ ἐπʼ Ἰνάχου ῥοὰςπαιδεύεται κατʼ Ἄργος. ἐκτραφεὶς δʼ ἐκεῖπρῶτον μέν, ὡς χρὴ τοὺς μετοικοῦντας ξένους,λυπηρὸς οὐκ ἦν οὐδʼ ἐπίφθονος πόλειοὐδʼ ἐξεριστὴς τῶν λόγων, ὅθεν βαρὺςμάλιστʼ ἂν εἴη δημότης τε καὶ ξένος.λόχοις δʼ ἐνεστὼς ὥσπερ Ἀργεῖος γεγὼςἤμυνε χώρᾳ, χὡπότʼ εὖ πράσσοι πόλις,ἔχαιρε, λυπρῶς δʼ ἔφερεν, εἴ τι δυστυχοῖ.πολλοὺς δʼ ἐραστὰς κἀπὸ θηλειῶν ὅσαςἔχων ἐφρούρει μηδὲν ἐξαμαρτάνειν.Τυδέως δʼ ἔπαινον ἐν βραχεῖ θήσω μέγαν·οὐκ ἐν λόγοις ἦν λαμπρός, ἀλλʼ ἐν ἀσπίδιδεινὸς σοφιστής, πολλά τʼ ἐξευρεῖν σοφά.γνώμῃ δʼ ἀδελφοῦ Μελεάγρου λελειμμένος,ἴσον παρέσχεν ὄνομα διὰ τέχνης δορός,εὑρὼν ἀκριβῆ μουσικὴν ἐν ἀσπίδι·φιλότιμον ἦθος πλούσιον, φρόνημα δὲἐν τοῖσιν ἔργοις, οὐχὶ τοῖς λόγοις, ἴσον.ἐκ τῶνδε μὴ θαύμαζε τῶν εἰρημένων,Θησεῦ, πρὸ πύργων τούσδε τολμῆσαι θανεῖν.τὸ γὰρ τραφῆναι μὴ κακῶς αἰδῶ φέρει·