διὰ δὲ θύελλα σπάσαι,πυρός τε φλογμὸς ὁ Διὸς ἐν κάρᾳ πέσοι.— πικροὺς ἐσεῖδες γάμους,πικρὰν δὲ Φοίβου φάτιν·ἔρημά σʼ ἁ πολύστονος Οἰδιπόδαδώματα λιποῦσʼ ἦλθʼ Ἐρινύς.μέλλων σʼ ἐρωτᾶν, ἡνίκʼ ἐξήντλεις στρατῷγόους, ἀφήσω· τοὺς ἐκεῖ μὲν ἐκλιπὼνεἴασα μύθους, νῦν δʼ Ἄδραστον εἰσορῶ·πόθεν ποθʼ οἵδε διαπρεπεῖς εὐψυχίᾳθνητῶν ἔφυσαν; εἰπέ γʼ ὡς σοφώτεροςνέοισιν ἀστῶν τῶνδʼ· ἐπιστήμων γὰρ εἶ.εἶδον γὰρ αὐτῶν κρείσσονʼ ἢ λέξαι λόγῳτολμήμαθʼ, οἷς ἤλπιζον αἱρήσειν πόλιν.ἓν δʼ οὐκ ἐρήσομαί σε, μὴ γέλωτʼ ὄφλω,ὅτῳ ξυνέστη τῶνδʼ ἕκαστος ἐν μάχῃἢ τραῦμα λόγχης πολεμίων ἐδέξατο.κενοὶ γὰρ οὗτοι τῶν τʼ ἀκουόντων λόγοικαὶ τοῦ λέγοντος, ὅστις ἐν μάχῃ βεβὼςλόγχης ἰούσης πρόσθεν ὀμμάτων πυκνῆςσαφῶς ἀπήγγειλʼ ὅστις ἐστὶν ἁγαθός.οὐκ ἂν δυναίμην οὔτʼ ἐρωτῆσαι τάδεοὔτʼ αὖ πιθέσθαι τοῖσι τολμῶσιν λέγειν·μόλις γὰρ ἄν τις αὐτὰ τἀναγκαῖʼ ὁρᾶνδύναιτʼ ἂν ἑστὼς πολεμίοις ἐναντίος.ἄκουε δή νυν· καὶ γὰρ οὐκ ἄκοντί μοιδίδως ἔπαινον ὧν ἔγωγε βούλομαιφίλων ἀληθῆ καὶ δίκαιʼ εἰπεῖν πέρι.ὁρᾷς τὸν ἁβρόν, οὗ βέλος διέπτατο;Καπανεὺς ὅδʼ ἐστίν· ᾧ βίος μὲν ἦν πολύς,ἥκιστα δʼ ὄλβῳ γαῦρος ἦν· φρόνημα δὲοὐδέν τι μεῖζον εἶχεν ἢ πένης ἀνήρ,φεύγων τραπέζαις ὅστις ἐξογκοῖτʼ ἄγαντἀρκοῦντʼ ἀτίζων· οὐ γὰρ ἐν γαστρὸς βορᾷτὸ χρηστὸν εἶναι, μέτρια δʼ ἐξαρκεῖν ἔφη.φίλοις τʼ ἀληθὴς ἦν φίλος, παροῦσί τεκαὶ μὴ παροῦσιν· ὧν ἀριθμὸς οὐ πολύς.ἀψευδὲς ἦθος, εὐπροσήγορον στόμα,ἄκραντον οὐδὲν οὔτʼ ἐς οἰκέτας ἔχωνοὔτʼ ἐς πολίτας. τὸν δὲ δεύτερον λέγω