τῶν οἰχομένων παίδων· μελέαπῶς ἂν ὀλοίμην σὺν τοῖσδε τέκνοιςκοινὸν ἐς Ἅιδην καταβᾶσα;στεναγμόν, ὦ ματέρες,τῶν κατὰ χθονὸς νεκρῶνἀύσατʼ ἀπύσατʼ ἀντίφωνʼ ἐμῶνστεναγμάτων κλύουσαι.— ὦ παῖδες, ὦ πικρὸν φίλωνπροσηγόρημα ματέρων,προσαυδῶ σε τὸν θανόντα.ἰὼ ἰώ.τῶν γʼ ἐμῶν κακῶν ἐγώ.αἰαῖ.ἐπάθομεν ὤτὰ κύντατʼ ἄλγη κακῶν.ὦ πόλις Ἀργεία, τὸν ἐμὸν πότμον οὐκ ἐσορᾶτε;— ὁρῶσι κἀμὲ τὰν τάλαι-ναν, τέκνων ἄπαιδα.προσάγετε τῶν δυσπότμωνσώμαθʼ αἱματοσταγῆ,σφαγέντας οὐκ ἄξιʼ οὐδʼ ὑπʼ ἀξίων,ἐν οἷς ἀγὼν ἐκράνθη.— δόθʼ, ὡς περιπτυχαῖσι δὴχέρας προσαρμόσασʼ ἐμοῖςἐν ἀγκῶσι τέκνα θῶμαι.ἔχεις ἔχεις.— πημάτων γʼ ἅλις βάρος.αἰαῖ.τοῖς τεκοῦσι δʼ οὐ λέγεις;ἀίετέ μου.στένεις ἐπʼ ἀμφοῖν ἄχη.εἴθε με Καδμείων ἔναρον στίχες ἐν κονίαισιν.— ἐμὸν δὲ μήποτʼ ἐζύγηδέμας ἐς ἀνδρὸς εὐνάν.ἴδετε κακῶν πέλαγος, ὦματέρες τάλαιναι τέκνων.— κατὰ μὲν ὄνυξιν ἠλοκίσμεθʼ, ἀμφὶ δὲσποδὸν κάρᾳ κεχύμεθα.ἰὼ ἰώ μοί μοι·κατά με πέδον γᾶς ἕλοι,