ὅσοι γε κλεινοῖς ἕπτʼ ἐφέστασαν δόμοις.πῶς φῄς; ὁ δʼ ἄλλος ποῦ κεκμηκότων ὄχλος;τάφῳ δέδονται πρὸς Κιθαιρῶνος πτυχαῖς.τοὐκεῖθεν ἢ τοὐνθένδε; τίς δʼ ἔθαψέ νιν;Θησεύς, σκιώδης ἔνθʼ Ἐλευθερὶς πέτρα.οὓς δʼ οὐκ ἔθαψε ποῦ νεκροὺς ἥκεις λιπών;ἐγγύς· πέλας γὰρ πᾶν ὅ τι σπουδάζεται.ἦ που πικρῶς νιν θέραπες ἦγον ἐκ φόνου;οὐδεὶς ἐπέστη τῷδε δοῦλος ὢν πόνῳ.φαίης ἄν, εἰ παρῆσθʼ ὅτʼ ἠγάπα νεκρούς.ἔνιψεν αὐτὸς τῶν ταλαιπώρων σφαγάς;κἄστρωσέ γʼ εὐνὰς κἀκάλυψε σώματα.δεινὸν μὲν ἦν βάσταγμα κᾀσχύνην ἔχον.τί δʼ αἰσχρὸν ἀνθρώποισι τἀλλήλων κακά;οἴμοι· πόσῳ σφιν συνθανεῖν ἂν ἤθελον.ἄκραντʼ ὀδύρῃ ταῖσδέ τʼ ἐξάγεις δάκρυ.δοκῶ μέν, αὐταί γʼ εἰσὶν αἱ διδάσκαλοι.ἀλλʼ εἶἑν· αἴρω χεῖρʼ ἀπαντήσας νεκροῖςἍιδου τε μολπὰς ἐκχέω δακρυρρόους,φίλους προσαυδῶν, ὧν λελειμμένος τάλαςἔρημα κλαίω· τοῦτο γὰρ μόνον βροτοῖςοὐκ ἔστι τἀνάλωμʼ ἀναλωθὲν λαβεῖν,ψυχὴν βροτείαν· χρημάτων δʼ εἰσὶν πόροι.— τὰ μὲν εὖ, τὰ δὲ δυστυχῆ.πόλει μὲν εὐδοξίακαὶ στρατηλάταις δορὸςδιπλάζεται τιμά·ἐμοὶ δὲ παίδων μὲν εἰσιδεῖν μέληπικρόν, καλὸν θέαμα δʼ, εἴπερ ὄψομαι,τὰν ἄελπτον ἁμέρανἰδοῦσα, πάντων μέγιστον ἄλγος.— ἄγαμόν μʼ ἔτι δεῦρʼ ἀεὶΧρόνος παλαιὸς πατὴρὤφελʼ ἁμερᾶν κτίσαι.τί γάρ μʼ ἔδει παίδων;τὸ μὲν γὰρ ἤλπιζον ἂν πεπονθέναιπάθος περισσόν, εἰ γάμων ἀπεζύγην,νῦν δʼ ὁρῶ σαφέστατονκακόν, τέκνων φιλτάτων στερεῖσα.ἀλλὰ τάδʼ ἤδη σώματα λεύσσω