— ἄπληστος ἅδε μʼ ἐξάγει χάρις γόωνπολύπονος, ὡς ἐξ ἀλιβάτου πέτραςὑγρὰ ῥέουσα σταγὼνἄπαυστος αἰεί· γόων,τὸ γὰρ θανόντων τέκνωνἐπιπονόν τι κατὰ γυναῖκαςἐς γόους πέφυκε πάθος. ἒ ἔ.θανοῦσα τῶνδʼἀλγέων λαθοίμαν.τίνων γόων ἤκουσα καὶ στέρνων κτύποννεκρῶν τε θρήνους, τῶνδʼ ἀνακτόρων ἄποἠχοῦς ἰούσης; ὡς φόβος μʼ ἀναπτεροῖμή μοί τι μήτηρ, ἣν μεταστείχω ποδί,χρονίαν ἀποῦσαν ἐκ δόμων ἔχῃ νέον.ἔα·τί χρῆμα; καινὰς ἐσβολὰς ὁρῶ λόγων·μητέρα γεραιὰν βωμίαν ἐφημένηνξένους θʼ ὁμοῦ γυναῖκας, οὐχ ἕνα ῥυθμὸνκακῶν ἐχούσας· ἔκ τε γὰρ γερασμίωνὄσσων ἐλαύνουσʼ οἰκτρὸν ἐς γαῖαν δάκρυ,κουραί τε καὶ πεπλώματʼ οὐ θεωρικά.τί ταῦτα, μῆτερ; σὸν τὸ μηνύειν ἐμοί,ἡμῶν δʼ ἀκούειν· προσδοκῶ τι γὰρ νέον.ὦ παῖ, γυναῖκες αἵδε μητέρες τέκνωντῶν κατθανόντων ἀμφὶ Καδμείας πύλαςἑπτὰ στρατηγῶν· ἱκεσίοις δὲ σὺν κλάδοιςφρουροῦσί μʼ, ὡς δέδορκας, ἐν κύκλῳ, τέκνον.τίς δʼ ὁ στενάζων οἰκτρὸν ἐν πύλαις ὅδε;Ἄδραστος, ὡς λέγουσιν, Ἀργείων ἄναξ.οἱ δʼ ἀμφὶ τόνδε παῖδες; ἦ τούτων τέκνα;οὔκ, ἀλλὰ νεκρῶν τῶν ὀλωλότων κόροι.τί γὰρ πρὸς ἡμᾶς ἦλθον ἱκεσίᾳ χερί;οἶδʼ· ἀλλὰ τῶνδε μῦθος οὑντεῦθεν, τέκνον.σὲ τὸν κατήρη χλανιδίοις ἀνιστορῶ.λέγʼ ἐκκαλύψας κρᾶτα καὶ πάρες γόον·πέρας γὰρ οὐδὲν μὴ διὰ γλώσσης ἰόν.ὦ καλλίνικε γῆς Ἀθηναίων ἄναξ,Θησεῦ, σὸς ἱκέτης καὶ πόλεως ἥκω σέθεν.τί χρῆμα θηρῶν καὶ τίνος χρείαν ἔχων;οἶσθʼ ἣν στρατείαν ἐστράτευσʼ ὀλεθρίαν.