οὐ γάρ τι σιγῇ διεπέρασας Ἑλλάδα.ἐνταῦθʼ ἀπώλεσʼ ἄνδρας Ἀργείων ἄκρους.τοιαῦθʼ ὁ τλήμων πόλεμος ἐξεργάζεται.τούτους θανόντας ἦλθον ἐξαιτῶν πόλιν.κήρυξιν Ἑρμοῦ πίσυνος, ὡς θάψῃς νεκρούς;κἄπειτά γʼ οἱ κτανόντες οὐκ ἐῶσί με.τί γὰρ λέγουσιν, ὅσια χρῄζοντος σέθεν;τί δʼ; εὐτυχοῦντες οὐκ ἐπίστανται φέρειν.ξύμβουλον οὖν μʼ ἐπῆλθες; ἢ τίνος χάριν;κομίσαι σε, Θησεῦ, παῖδας Ἀργείων θέλων.τὸ δʼ Ἄργος ἡμῖν ποῦ ʼστιν; ἢ κόμποι μάτην;σφαλέντες οἰχόμεσθα. πρὸς σὲ δʼ ἥκομεν.ἰδίᾳ δοκῆσάν σοι τόδʼ ἢ πάσῃ πόλει;πάντες σʼ ἱκνοῦνται Δαναΐδαι θάψαι νεκρούς.ἐκ τοῦ δʼ ἐλαύνεις ἑπτὰ πρὸς Θήβας λόχους;δισσοῖσι γαμβροῖς τήνδε πορσύνων χάριν.τῷ δʼ ἐξέδωκας παῖδας Ἀργείων σέθεν;οὐκ ἐγγενῆ συνῆψα κηδείαν δόμοις.ἀλλὰ ξένοις ἔδωκας Ἀργείας κόρας;Τυδεῖ γε Πολυνείκει τε τῷ Θηβαιγενεῖ.τίνʼ εἰς ἔρωτα τῆσδε κηδείας μολών;Φοίβου μʼ ὑπῆλθε δυστόπαστʼ αἰνίγματα.τί δʼ εἶπʼ Ἀπόλλων παρθένοις κραίνων γάμον;κάπρῳ με δοῦναι καὶ λέοντι παῖδʼ ἐμώ.σὺ δʼ ἐξελίσσεις πῶς θεοῦ θεσπίσματα;ἐλθόντε φυγάδε νυκτὸς εἰς ἐμὰς πύλας —τίς καὶ τίς; εἰπέ· δύο γὰρ ἐξαυδᾷς ἅμα.Τυδεὺς μάχην ξυνῆψε Πολυνείκης θʼ ἅμα.ἦ τοῖσδʼ ἔδωκας θηρσὶν ὣς κόρας σέθεν;μάχην γε δισσοῖν κνωδάλοιν ἀπεικάσας.ἦλθον δὲ δὴ πῶς πατρίδος ἐκλιπόνθʼ ὅρους;Τυδεὺς μὲν αἷμα συγγενὲς φεύγων χθονός.ὁ δʼ Οἰδίπου τί, τίνι τρόπῳ Θήβας λιπών;ἀραῖς πατρῴαις, μὴ κασίγνητον κτάνοι.σοφήν γʼ ἔλεξας τήνδʼ ἑκούσιον φυγήν.ἀλλʼ οἱ μένοντες τοὺς ἀπόντας ἠδίκουν.οὔ πού σφʼ ἀδελφὸς χρημάτων νοσφίζεται;ταύτῃ δικάζων ἦλθον· εἶτʼ ἀπωλόμην.μάντεις δʼ ἐπῆλθες ἐμπύρων τʼ εἶδες φλόγα;οἴμοι; διώκεις μʼ ᾗ μάλιστʼ ἐγὼ ʼσφάλην.