γυναιξὶ πράσσειν εἰκός, αἵτινες σοφαί.— ἱκετεύω σε, γεραιά,γεραιῶν ἐκ στομάτων, πρὸςγόνυ πίπτουσα τὸ σόν·— ἄνομοι— τέκνα λῦσαι. — φθιμένωννεκύων οἳ καταλείπουσι μέληθανάτῳ λυσιμελεῖ θηρσὶν ὀρείοισι βοράν·— ἐσιδοῦσʼ οἰκτρὰ μὲν ὄσσωνδάκρυʼ ἀμφὶ βλεφάροις, ῥυ-σὰ δὲ σαρκῶν πολιᾶνκαταδρύμματα χειρῶν· τί γάρ; ἃφθιμένους παῖδας ἐμοὺς οὔτε δόμοιςπροθέμαν οὔτε τάφων χώματα γαίας ἐσορῶ.— ἔτεκες καὶ σύ ποτʼ, ὦ πότνια, κοῦρονφίλα ποιησαμένα λέ-κτρα πόσει σῷ· μετά νυνδὸς ἐμοὶ σᾶς διανοίας,μετάδος δʼ, ὅσσον ἐπαλγῶ μελέα ʼγὼφθιμένων οὓς ἔτεκον·παράπεισον δὲ σόν, ὤ, λισσόμεθʼ, ἐλθεῖντέκνον Ἰσμηνὸν ἐμάν τʼ ἐς χέρα θεῖναινεκύων θαλερᾷ σώματʼ ἀλαίνοντʼ ἄταφα.— ὁσίως οὔχ, ὑπʼ ἀνάγκας δὲ προπίπτου-σα προσαιτοῦσʼ ἔμολον δε-ξιπύρους θεῶν θυμέλας·ἔχομεν δʼ ἔνδικα, καὶ σοίτι πάρεστι σθένος ὥστʼ εὐτεκνίᾳ δυσ-τυχίαν τὰν παρʼ ἐμοὶκαθελεῖν· οἰκτρὰ δὲ πάσχουσʼ ἱκετεύωσὸν ἐμοὶ παῖδα ταλαίνᾳ ʼν χερὶ θεῖναινέκυν, ἀμφιβαλεῖν λυγρὰ μέλη παιδὸς ἐμοῦ.— ἀγὼν ὅδʼ ἄλλος ἔρχεται γόων γόωνδιάδοχος, ἀχοῦσι προσπόλων χέρες.ἴτʼ ὦ ξυνῳδοὶ κτύποι,ἴτʼ ὦ ξυναλγηδόνες,χορὸν τὸν Ἅιδας σέβει,διὰ παρῇδος ὄνυχα λευκὸναἱματοῦτε χρῶτά τε φόνιον·τὰ γὰρ φθιτῶντοῖς ὁρῶσι κόσμος.