δεινῆς κορύνης διαφέρων ἐσφενδόναὁμοῦ τραχήλους κἀπικείμενον κάρα,κυνέας θερίζων κἀποκαυλίζων ξύλῳ.μόλις δέ πως ἔτρεψαν ἐς φυγὴν πόδα.ἐγὼ δʼ ἀνηλάλαξα κἀνωρχησάμηνκἄκρουσα χεῖρας. οἳ δʼ ἔτεινον ἐς πύλας.βοὴ δὲ καὶ κωκυτὸς ἦν ἀνὰ πτόλιννέων γερόντων, ἱερά τʼ ἐξεπίμπλασανφόβῳ. παρὸν δὲ τειχέων ἔσω μολεῖν,Θησεὺς ἐπέσχεν· οὐ γὰρ ὡς πέρσων πόλινμολεῖν ἔφασκεν, ἀλλʼ ἀπαιτήσων νεκρούς.τοιόνδε τὸν στρατηγὸν αἱρεῖσθαι χρεών,ὃς ἔν τε τοῖς δεινοῖσίν ἐστιν ἄλκιμοςμισεῖ θʼ ὑβριστὴν λαόν, ὃς πράσσων καλῶςἐς ἄκρα βῆναι κλιμάκων ἐνήλαταζητῶν ἀπώλεσʼ ὄλβον ᾧ χρῆσθαι παρῆν.νῦν τήνδʼ ἄελπτον ἡμέραν ἰδοῦσʼ ἐγὼθεοὺς νομίζω, καὶ δοκῶ τῆς συμφορᾶςἔχειν ἔλασσον, τῶνδε τεισάντων δίκην.ὦ Ζεῦ, τί δῆτα τοὺς ταλαιπώρους βροτοὺςφρονεῖν λέγουσι; σοῦ γὰρ ἐξηρτήμεθαδρῶμέν τε τοιαῦθʼ ἃν σὺ τυγχάνῃς θέλων.ἡμῖν γὰρ ἦν τό τʼ Ἄργος οὐχ ὑποστατόν,αὐτοί τε πολλοὶ καὶ νέοι βραχίοσιν·Ἐτεοκλέους τε σύμβασιν ποιουμένου,μέτρια θέλοντος, οὐκ ἐχρῄζομεν λαβεῖν,κἄπειτʼ ἀπωλόμεσθα. ὁ δʼ αὖ τότʼ εὐτυχής,λαβὼν πένης ὣς ἀρτίπλουτα χρήματα,ὕβριζʼ, ὑβρίζων τʼ αὖθις ἀνταπώλετοΚάδμου κακόφρων λαός. ὦ καιροῦ πέρατὸ τόξον ἐντείνοντες· ὦ κενοὶ βροτῶν,καὶ πρὸς δίκης γε πολλὰ πάσχοντες κακά,φίλοις μὲν οὐ πείθεσθε, τοῖς δὲ πράγμασιν·πόλεις τʼ, ἔχουσαι διὰ λόγου κάμψαι κακά,φόνῳ καθαιρεῖσθʼ, οὐ λόγῳ, τὰ πράγματα.ἀτὰρ τί ταῦτα; κεῖνο βούλομαι μαθεῖν,πῶς ἐξεσώθης· εἶτα τἄλλʼ ἐρήσομαι.ἐπεὶ ταραγμὸς πόλιν ἐκίνησεν δορί,πύλας διῆλθον, ᾗπερ εἰσῄει στρατός.ὧν δʼ οὕνεχʼ ἁγὼν ἦν, νεκροὺς κομίζετε;