τετραόρων κατῆρχον ἐντεῦθεν μάχης·πέραν δὲ διελάσαντες ἀλλήλων ὄχους,παραιβάτας ἔστησαν ἐς τάξιν δορός.χοἳ μὲν σιδήρῳ διεμάχονθʼ, οἳ δʼ ἔστρεφονπώλους ἐς ἀλκὴν αὖθις ἐς παραιβάτας.ἰδὼν δὲ Φόρβας, ὃς μοναμπύκων ἄναξἦν τοῖς Ἐρεχθείδαισιν, ἁρμάτων ὄχλον,οἵ τʼ αὖ τὸ Κάδμου διεφύλασσον ἱππικόν,συνῆψαν ἀλκὴν κἀκράτουν ἡσσῶντό τε.λεύσσων δὲ ταῦτα κοὐ κλύων — ἐκεῖ γὰρ ἦἔνθʼ ἅρματʼ ἠγωνίζεθʼ οἵ τʼ ἐπεμβάται —τἀκεῖ παρόντα πολλὰ πήματʼ, οὐκ ἔχωτί πρῶτον εἴπω, πότερα τὴν ἐς οὐρανὸνκόνιν προσαντέλλουσαν, ὡς πολλὴ παρῆν,ἢ τοὺς ἄνω τε καὶ κάτω φορουμένουςἱμᾶσιν, αἵματός τε φοινίου ῥοάς,τῶν μὲν πιτνόντων, τῶν δὲ θραυσθέντων δίφρωνἐς κρᾶτα πρὸς γῆν ἐκκυβιστώντων βίᾳπρὸς ἁρμάτων τʼ ἀγαῖσι λειπόντων βίον;νικῶντα δʼ ἵπποις ὡς ὑπείδετο στρατὸνΚρέων τὸν ἐνθένδʼ, ἰτέαν λαβὼν χερὶχωρεῖ, πρὶν ἐλθεῖν ξυμμάχοις δυσθυμίαν.καὶ συμπατάξαντες μέσον πάντα στρατὸνἔκτεινον ἐκτείνοντο, καὶ παρηγγύωνκελευσμὸν ἀλλήλοισι σὺν πολλῇ βοῇ·Θεῖνʼ· ἀντέρειδε τοῖς Ἐρεχθείδαις δόρυ.καὶ μὴν τὰ Θησέως γʼ οὐκ ὄκνῳ διεφθάρη,ἀλλʼ ἵετʼ εὐθὺς λάμπρʼ ἀναρπάσας ὅπλα·λόχος δʼ ὀδόντων ὄφεος ἐξηνδρωμένοςδεινὸς παλαιστὴς ἦν· ἔκλινε γὰρ κέραςτὸ λαιὸν ἡμῶν· δεξιοῦ δʼ ἡσσώμενονφεύγει τὸ κείνων· ἦν δʼ ἀγὼν ἰσόρροπος.κἀν τῷδε τὸν στρατηγὸν αἰνέσαι παρῆν·οὐ γὰρ τὸ νικῶν τοῦτʼ ἐκέρδαινεν μόνον,ἀλλʼ ᾤχετʼ ἐς τὸ κάμνον οἰκείου στρατοῦ.ἔρρηξε δʼ αὐδήν, ὥσθʼ ὑπηχῆσαι χθόνα·Ὦ παῖδες, εἰ μὴ σχήσετε στερρὸν δόρυσπαρτῶν τόδʼ ἀνδρῶν, οἴχεται τὰ Παλλάδος.θάρσος δʼ ἐνῶρσε παντὶ Κραναϊδῶν στρατῷ.αὐτός θʼ ὅπλισμα τοὐπιδαύριον λαβὼν