αὐτός τε σωθείς· ᾑρέθην γὰρ ἐν μάχῃ,ἣν οἱ θανόντων ἑπτὰ δεσποτῶν λόχοιἠγωνίσαντο ῥεῦμα Διρκαῖον πάρα·νίκην τε Θησέως ἀγγελῶν. λόγου δέ σεμακροῦ ἀποπαύσω· Καπανέως γὰρ ἦ λάτρις,ὃν Ζεὺς κεραυνῷ πυρπόλῳ καταιθαλοῖ.ὦ φίλτατʼ, εὖ μὲν νόστον ἀγγέλλεις σέθεντήν τʼ ἀμφὶ Θησέως βάξιν· εἰ δὲ καὶ στρατὸςσῶς ἐστʼ Ἀθηνῶν, πάντʼ ἂν ἀγγέλλοις φίλα.σῶς, καὶ πέπραγεν ὡς Ἄδραστος ὤφελενπρᾶξαι ξὺν Ἀργείοισιν, οὓς ἀπʼ Ἰνάχουστείλας ἐπεστράτευσε Καδμείων πόλιν.πῶς γὰρ τροπαῖα Ζηνὸς Αἰγέως τόκοςἔστησεν οἵ τε συμμετασχόντες δορός;λέξον· παρὼν γὰρ οὐ παρόντας εὐφρανεῖς.λαμπρὰ μὲν ἀκτὶς ἡλίου, κανὼν σαφής,ἔβαλλε γαῖαν· ἀμφὶ δʼ Ἠλέκτρας πύλαςἔστην θεατὴς πύργον εὐαγῆ λαβών.ὁρῶ δὲ φῦλα τρία τριῶν στρατευμάτων·τευχεσφόρον μὲν λαὸν ἐκτείνοντʼ ἄνωἸσμήνιον πρὸς ὄχθον, ὡς μὲν ἦν λόγος,αὐτόν τʼ ἄνακτα, παῖδα κλεινὸν Αἰγέως,καὶ τοὺς σὺν αὐτῷ, δεξιὸν τεταγμένουςκέρας, παλαιᾶς Κεκροπίας τʼ οἰκήτορας,ἴσους ἀριθμόν· ἁρμάτων δʼ ὀχήματααὐτόν τε Πάραλον ἐστολισμένον δορὶκρήνην παρʼ αὐτὴν Ἄρεος· ἱππότην δʼ ὄχλονπρὸς κρασπέδοισι στρατοπέδου τεταγμένον.Κάδμου δὲ λαὸς ἧστο πρόσθε τειχέων,νεκροὺς ὄπισθεν θέμενος, ὧν ἔκειτʼ ἀγών,ἔνερθε σεμνῶν μνημάτων Ἀμφίονος.ἱππεῦσι δʼ ἱππῆς ἦσαν ἀνθωπλισμένοιτετραόροισί τʼ ἀντίʼ ἅρμαθʼ ἅρμασιν.κῆρυξ δὲ Θησέως εἶπεν ἐς πάντας τάδε·Σιγᾶτε, λαοί· σῖγα, Καδμείων στίχες,ἀκούσαθʼ· ἡμεῖς ἥκομεν νεκροὺς μέτα,θάψαι θέλοντες, τὸν Πανελλήνων νόμονσῴζοντες, οὐδὲν δεόμενοι τεῖναι φόνον.κοὐδὲν Κρέων τοῖσδʼ ἀντεκήρυξεν λόγοις,ἀλλʼ ἧστʼ ἐφʼ ὅπλοις σῖγα. ποιμένες δʼ ὄχων