στρατηλατήσω καινὸς ἐν καινῷ δορί.ἓν δεῖ μόνον μοι· τοὺς θεοὺς ἔχειν, ὅσοιδίκην σέβονται· ταῦτα γὰρ ξυνόνθʼ ὁμοῦνίκην δίδωσιν. ἁρετὴ δʼ οὐδὲν λέγειβροτοῖσιν, ἢ μὴ τὸν θεὸν χρῄζοντʼ ἔχῃ.— ὦ μέλεαι μελέων ματέρες λοχαγῶν,ὥς μοι ὑφʼ ἥπατι χλωρὸν δεῖμα θάσσει —— τίνʼ αὐδὰν τάνδε προσφέρεις νέαν;— στράτευμα πᾷ Παλλάδος κριθήσεται;— διὰ δορὸς εἶπας, ἢ λόγων ξυναλλαγαῖς;— γένοιτʼ ἂν κέρδος· εἰ δʼ ἀρείφατοιφόνοι μάχαι στερνοτυπεῖς τʼ ἀνὰ πτόλινκτύποι φανήσονται, τάλαι-να, τίνα λόγον, τίνʼ ἂν τῶνδʼ αἰτία λάβοιμι;— ἀλλὰ τὸν εὐτυχίᾳ λαμπρὸν ἄν τις αἱροῖμοῖρα πάλιν· τόδε μοι θράσος ἀμφιβαίνει.— δικαίους δαίμονας σύ γʼ ἐννέπεις.— τίνες γὰρ ἄλλοι νέμουσι συμφοράς;— διάφορα πολλὰ θεῶν βροτοῖσιν εἰσορῶ.— φόβῳ γὰρ τῷ πάρος διόλλυσαι·δίκα δίκαν δʼ ἐκάλεσε καὶ φόνος φόνον,κακῶν δʼ ἀναψυχὰς θεοὶβροτοῖς νέμουσι, πάντων τέρμʼ ἔχοντες αὐτοί.— τὰ καλλίπυργα πεδία πῶς ἱκοίμεθʼ ἄν,Καλλίχορον θεᾶς ὕδωρ λιποῦσαι —— ποτανὰν εἴ σέ τις θεῶν κτίσαι.— διπόταμον ἵνα πόλιν μόλω.— εἰδείης ἂν φίλων εἰδείης ἂν τύχας.— τίς ποτʼ αἶσα, τίς ἄρα πότμοςἐπιμένει τὸν ἄλκιμοντᾶσδε γᾶς ἄνακτα;— κεκλημένους μὲν ἀνακαλούμεθʼ αὖ θεούς·— ἀλλὰ φόβων πίστις ἅδε πρώτα.— ἰὼ Ζεῦ, τᾶς παλαιομάτοροςπαιδογόνε πόριος Ἰνάχου.— πόλει μοι ξύμμαχος γενοῦ τᾷδʼ εὐμενής.— τὸ σὸν ἄγαλμα, τὸ σὸν ἵδρυμαπόλεος, ἐκκομίζομαιπρὸς πυρὰν ὑβρισθέν.γυναῖκες, ἥκω πόλλʼ ἔχων λέγειν φίλα,